Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

πάλιν μετὰ ταῦτα ἐπέμφθη ἐπὶ τοὺς προφήτας ό αρούχ, ἵνα διὰ τῶν προφητῶν ἀκούσῃ τὸ πνεῦμα τὸ ἐν τοῖς ἀνθρώποις κατοικοῦν καὶ φύγῃ τὴν ᾿Εδὲμ καὶ τὴν πλάσιν τὴν πονηράν, [*](4 f. 28 Tgl. Χ 15, 5 Ende — 8—10 Gen. 2, 17, vgl. ο. V 20, 3 — 22 S. 128, 3 — 24f vgl. Gal. 5, 17 — 27 ff vgl. X 15, 5 Ende) [*](3 αὐτῶν ö. 5 πάλιν ἐθὼν ö. 6 τῆς aus τοῖς Ρ 9 Ε; Gö. 11 ist kaum notwendig hinter ᾿Εδέμ zu ergänzen: τῷ δὲ Νάας ἀπειθεῖν 15 Cruice 19 τοῦ πατρὸς > ö. 19 τῷ ἐν τοῖς ἀνθρώποις Bernays ἁνθρώποις schon Miller): τοῦ ἐν τοῖς οὐραγοῖς Ρ 22 Lücke Gö., + Cruice, ό δὲ τρίτος <τῆς Ἐδὲμ ἄγγελος>, δ τῆςΝάας We. Ε; ἀπὸ ἡκούσης Miller, doch s. S. 131, 2 26 ἀνθρώποις nicht οὐρανοῖς) Ρ 29 φύγῃ ö.: φύγον so Ρ)

131
ωοσπερ ἔφυγεν ό πατὴρ ᾿Ελωείμ· ὁμοίως καὶ διὰ τῶν προφητῶν τῇ αὐτῇ ἐπινοίᾳ ό Νέας διὰ τῆς ψυχῆς τῆς ἐνοικούσης ἐν τῷ ἀνθρώπῳ σὺν τῷ πνεύματι τοῦ πατρὸς ὐπέσυρε τοὺς προφήτας, καὶ ὑπεσύρησαν πάντες καὶ οὐκ ἠκολούθησαν τοῖς λόγοις τοῦ Βαρούχ, οὓς ἐνετείλατο Ἐλωείμ.

τὸ τελευταῖον ἐξ ἀκροβυστίας προφήτην ἐπελέξατο Ἐλωεὶμ τὸν ‘Ηρακλέα καὶ ὲ́πεμψεν, ἵνα τοὺς δώδεκα ἀγγέλους τῆς τῆς ᾿Εδὲμ καταγωνίσηται καὶ ἐλευθερώσῃ τὸν πατέρα ἀπὸ τῶν δώδεκα ἀγγέλων τῆς κτίσεως τῶν πονηρῶν. ταῦτά ἐστι τὰ δώδεκα ἆθλα τοῦ Ἡρακλέους ἄ κατηγωνίσατο ὁ Ἡρακλῆς τῇ τάξει, ἀπὸ τοῦ πρώτου ἐ̔ως ἐσχάτου, λέοντα καὶ ὕδραν καὶ κάπρον καὶ τὰ ἐξῆς·

τῶν ἐθνῶν γὰρ εἶναι ταῦτα τὰ ὀνόματα, ἅ μετωνόμασται, φασίν, ἀπὸ τῆς ἐνεργείας τῶν μητρικῶν ἀrγέλων. ὡς <δ> ἐδόκει κατηγωνίσθαι, προσπλἐκεται ἡ ᾿Ομφάλη, ἥτις ἐστὶ Βάβυν ἢ Ἀφροδίτη, καὶ ὑποσύρει τὸν Ἡρακλέα καὶ ἀποδιδύσκει τὴν δύναμιν αὐτοῦ, τὰς ἐντολὰς τοῦ καρούχα, ὃς ένετείλατο ᾿Ελωείμ, καὶ μετενδιδύσκει τὴν τὴν αὐτῆς στολήν, τουτέστι τὴν δύναμιν τῆς ᾿Εδὲμ τῆς κάτω δυνάμεως, καὶ οὕτως ἀτελὴς ἐγένετο τοῦ Ἡρακλέους ἡ προφητεία καὶ τὰ ἔργα αὐτοῦ.

τὸ δὲ τελευταῖον »ἐν ταῖς ἡμέραις ᾿Ηρώδου τοῦ βασιλεως» πέμπεται ὁ Βαρούχ, καταπεμφεὶς πάλιν ὐπὸ τοῦ Ἐλωείμ, καὶ καὶ ἐλθὼν εὶς Ναξαρὲτ εὗρε τὸν Ἰησοῦν, υἱὸν τοῦ Ἰωσὴφ καὶ Μαριὸς, βόσκοντα πρόβατα, παιδάριον δωδεκαετὲς, καὶ ἀναγγέλλει αὐτῷ ἀπ’ ἀρχῆς πάντα ὄδα ἐγένετο ἀπὸτ][ης ᾿Εδὲμ καὶ τοῦ ᾿Ελωεὶμ <καὶ τὰ> μετὰ ταῦτα ἐσόμενα, καὶ εἔπε·

πάντες οἱ πρὸ σοῦ προφῆται ὑπεσύρησαν. πειράθητι οὖν, Ἰησοῦ, υἱὲ νθρώπου, μὴ ὑποσυρῆναιι ἀλλὰ κήρυξον τοῦτον τὸν λόγον τοῖς ἀνθρώποις καὶ ἀνάστειλον αὐτοῖς τὰ περὶ τοῦ πατρὸς καὶ τὰ περὶ τοῦ ἀγθοῦ, καὶ ἀνάβαινε πρὸς τὸν ἀγαθὸν καὶ κάθου ἐκεῖ μετὰ τοῦ πάντων ἡμῶν πατρὸς Ἐλωείμ.

καὶ ὑπήκουσε τῷ ἀγγέλῳ ό Ἰησοῦς εἰπών, ὅτι κύριε ποιήσω πάντα, καὶ ἐκήρυξεν. ὑποσῦραι οὖν ὁ Νάας καὶ τοῦτον ἠμέλησεν <ἀλλ᾿ οὐκ ἠδυνήθη>· πιστὸς γὰρ ἔμεινε ὀργισθεὶς οὖν ὁ Νάας, ὅτι αὐτὸν ὑποσῦραι οὐκ ἠδυνήθη, ἐποίησεν αὐτὸν σταυρΜῆναι· ὁ δὲ καταλιπὼν τὸ σῶμα τῆς Ἐδὲμ πρὸς τὸ ζύλον, ἀνέβη πρὸς τὸν ἀγαθόν, εἰπών δὲ τῇ ᾿Εδέμ·