Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἐκέλευσε δὲ αύτοῖς γεννωμένοις ὀνόματα θεῖναι τὴν τεκοῦσαν Ἀγάθυρσον, Γελωνὸν καὶ Σκύθην. λαβὼν δὲ τούτου μισθὸν τὸν ἴππον παρὰ τῆς θηριώδους κόρης, ἀπηλλάττετο φέρων καὶ τὰς βοῦς. μακρὸς δὲ ὁ μετὰ ταῦτα μῦθος Ἡροδότῶ, χαιρέτω δὲ τὸ νῦν. τίνα δὲ τὰ Ἰουστίνῳ δοκοῦντα, μετάγοντι τὸν μῦθον εὶς τὴν τῶν τῶν γέννησιν, ἠμεῖς διηγησόμεθα.

οὐτός φησιν· ἠσαν τρεῖς ἀρχαὶ τῶν ὅλων ἀγέννητοι, ἀρρενι καὶ δύο, θηλυκὴ μία. τῶν δὲ άρρενικῶν ἡ μέν τις καλεῖται ἀγαθός, αὐτὸ μόνον λεγόμενος, λεγόμενος, προγνωστικὸς τῶν ὁλων. ἡ δὲ ἑτέρα πατὴρ πάντων τῶν γεννητῶν, ἀπρόγνωστος <καὶ ἄγνωστος> καὶ [*](8 Herodot IV 8-10, vgl. Diodor II 43 — 29-S. 127, 25 vgl. X 15, 1—3) [*](1 βλίων > Cruie τῶν ἀγαθῶν Ρ 2 ἄλαλα ö.: ἄλλα Ρ 5f ξένην Ρ: καινὴν ö. 7 διδασκαλίου Ρ 8 ἐρυθρᾶς Ρ 12 ἐπεγ. We. 14 τοῦ ö.: τῆς Ρ 25 ἀπηλάττετο Ρ 26 τὸν νοῦν Ρ, verb. Miller 27 μετάγοντα Ρ 30 εἰ μέν Ρ 31 λεγόμενον Η προγνώστης Η 82 πατὴρ Η Gö.: μήτηρ Ρ < > H)

127
ἀόρατος. ἡ δὲ θήλεια ἀπρόγνωστος, ὀργίλη, δίγνωμος, δίσωμος, κατὰ πάντα τῇ κατὰ τὸν Προδότου μῦθον ἐμφερής, μέχρι βουβῶνος παρθένος, ἔχιδνα ἔχιδνα δὲ κάτω, ὥς φησιν Ἰουστῖνος·

καλεῖται δὲ Ἐδὲμ αὕτη ἡ κόρη καὶ ᾿Ισραήλ. οὺται, φησίν, αἱ ἀρχαὶ τῶν ὄλων, ῥίζαι καὶ πηγαί, ἀφ’ ὧν τὰ ὄντα ἐγέντα· ἄλλο δὲ δὲ ὴν ἰδὼν ἰδὼν ο᾿ πατὴρ τὴν μιξοπάρθενον ἐκείνην ἀπρόγνωστος ὤν τἠν ᾿Εδέμ, ἦλθεν ἐπιθυμίαν αὐτῆς· Ἔλωεὶμ δέ, φησίν, καλεῖται καλεῖοται ὁ πατήρ· οὐδὲν <δ᾿< ἠττον ἐπεθύμησε καὶ ὴ ῾Εδὲμ τοῦ Ἐλωείμ, καὶ αὺτοὺς ἡ ἐπιθυμία εἰς μίαν φιλίας εὔνοιαν.