Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἰουστῖνος πάντῃ ἐναντίος τῇ τῶν ἀγίων γραφῶν γενόμενος διδακῇ, προσέτι δὲ καὶ τῇ τῶν Μακαρίων εὐαγγελιστῶν γραφῇ ἢ φωνῇ, ὡς ἐδίδασκεν ὁ λόγος τοὺς μαθητὰς λέγων· »ρὶς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε«, ὅπρ δηλοῖ μὴ προσέχειν τῇ τῶν Μνῶν ματαίᾳ ματαίᾳ οὺτος ἐπὶ τὰ Μνῶν τερατολογούμενα καὶ διδασκόμενα ἀναγαγεῖν πειρᾶται τοὺς ἀκροωμένους, αὐτολεξεὶ τὰ παρ᾿ Ἕλλησι μυθευόμενα διηγούμενος, οὔτε πρότερον διδάξας οὔτε παραδοὺς τὸ τέλειον αὐτοῦ μυστήριον, εἰ μὴ ὅρχῳ δήσῃ τὸν πλανώμενον.