Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

χρῶνται δὲ καὶ ἑτέροις παραδείγμασι λέγοντες καταμεμῖχθαι καὶ χρυσίῳ χαλκόν, καὶ τέχνη τις εὕρηται ὴ διακρίνουσα τὸν χαλκὸν ἀπὸ τοῦ χρυσίου. ὁμοίως όὲ κἂν ἐν ἀργύρῳ κασσίτερος ἢ χαλκὸς ἤ τι τῶν όμογενῶν καταμεμιγμένον εὑρεθῇ, μίἔεώς τινι τέχνῃ κρείττονι καὶ ταῦτα διακρίνεται. ἤδη δέ τις καὶ ὔδωρ μεμιγμένον οἴνῳ διακρίνει.