Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἤρκει, φαοὶν οἱ Καιανοί, πρὸς ἀπόδειξιν τοῦ προκειμένου ἡ τοῦ φρέατος ὁμοιότης πάντων μᾶλλον τῶν προειρημένων.

Ἱκανῶς δοκεῖ ἡμῖν σεσαφηνίσθαι ἡ τῶν Σοφιανῶν εἰ δέ τις ὅλην τὴν κατ’ αὐτοὺς πραγματείαν βούλεται μαθεῖν, ἐντυχέτω βιβλίω̣ ἐπιγραφομένῳ παράφρασις Σήθ· πάντα γάρ τὰ ἀπόρ- [*](3 Phil. 3, 20 7—9 vgl. V 9, 19 — 12 Phil. 2, 7 μορφὴν δούλου s. zu S. 120, 21. 121, 1 — 15 Herodot VI 20 — 23 Herodot VI 119) [*](5 τε] δὲ Miller 6 ὡς Pasquali 7 χωρόν ö.: οὖν Ρ, ῥοῦν Miller 8 † πρὸς Miller 9 τῷ κέντρῳ] τῇ κερκίδι? Gö. (H), τοῖ κέντρου oder πλησιάζει We. ἱέρακος <ἕλκεται> Cruice 10 † ἀκτίς Gö.: δύναμις 15 Ἄμπη nach Herodot ö.: ἄμη Ρ 18 <καὶ> καδδῳ We. 20 ἐν <τῇ πρώτῃ> We. † πρώτῃ ö.: ἒν μὲν Ρ 22 ὅς φησι Ρ 24 σιθιανοἰ Ρ ω 27 σεσαφηνεῖσθαι Ρ σιθιανῶν Ρ 29 βίβλ Ρ)

125
ρητα αὐτῶν ἐκεῖ εὑρήσει ἐγκείμενα. ἀλλ΄ ἐπεὶ τὰ κατὰ τοὺς Σηθιανοὺς ἐξεθέμεθα, ἔδωμεν τίνα ἐστὶ καὶ τὰ Ἰουστίνῳ δοκοῦντα.

Ἰουστῖνος πάντῃ ἐναντίος τῇ τῶν ἀγίων γραφῶν γενόμενος διδακῇ, προσέτι δὲ καὶ τῇ τῶν Μακαρίων εὐαγγελιστῶν γραφῇ ἢ φωνῇ, ὡς ἐδίδασκεν ὁ λόγος τοὺς μαθητὰς λέγων· »ρὶς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε«, ὅπρ δηλοῖ μὴ προσέχειν τῇ τῶν Μνῶν ματαίᾳ ματαίᾳ οὺτος ἐπὶ τὰ Μνῶν τερατολογούμενα καὶ διδασκόμενα ἀναγαγεῖν πειρᾶται τοὺς ἀκροωμένους, αὐτολεξεὶ τὰ παρ᾿ Ἕλλησι μυθευόμενα διηγούμενος, οὔτε πρότερον διδάξας οὔτε παραδοὺς τὸ τέλειον αὐτοῦ μυστήριον, εἰ μὴ ὅρχῳ δήσῃ τὸν πλανώμενον.

ἔπειτα τοὺς μύθους παραφίησι ψυχαγωγίας χάριν, ὄπως οἱ ἐντυγχάνοντες τῇ τῶν βίβλων ἀναρίθμῳ φλυαρίαι παραμύθιον ἔχωσι τὰ μυθευόμενα — ὂν τρόπον τρόπον τις μακρὰν βαδίζων, παρατυχὼν καταλύματι ἀναπαύθεσθαι δοκεῖ — καὶ οὕτως πάλιν ἐπὶ τὴν τῶν ἀναγνωσμάτων τραπέντες πολυμάθειαν μὴ μισήσωσιν, ἕως ἐπὶ τὸ ὑπ’ αὐτοῦ τεχναζόμενον ἀνόμημα διὰ ἐνηχηθεὶς ὁρμήσωαι τετυφωμένοις· οὓς φρικτοῖς καταδήσας πρότερον ὄρκοις μήτε ἐξειπεῖν μήτε ἀποστῆναι ὁμολουεῖν ἀναγκάσας, οὕτω παραδίδωσι τὰ ὑπ᾿ αὐιοῦ ἐφευρημένα μετὰ ἀσεβείας μυστήρια, πῇ μέν, καθὰ προείπομεν, μύθοις Ἑλληνικοῖς χρησάμενος, πῇ δὲ παραπεποιημένοις βιβλίοις κατά τι παρεμφαίνουσι ταῖς προειρημἐναις αἱ- ρέσεσιν.