Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἀπαγορευτικὸς δὲ ἐστι νόμος· »ἀπὸ παντὸς ζύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ζύλοὺ τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ μὴ φάγητε«. ἐν δὲ τῷ λέγειν· »ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ δεῦρο εἰς γῆν, ἥν ἄν σοι δείξω«, ἐφετικός, φηοίν, οὗτος ὁ νόμος· ἑλομένῳ γὰρ ἔστιν ἐξελθεῖν, μὴ ἑλομένῳ δὲ μένειν. διατιμητικὸς δὲ νομος ἐστὶν ὁ λέγων· »οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέφεις«· διατετίμηται γὰρ ἑκάστου τῶν ἀδικημάτων ζημία.