Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ταῦτά ἐστιν ἃ λέγουσιν, ὡς δι᾿ ὀλίγου ἔστιν εἰπεῖν, οἱ προστάται τῶν Σηθιανῶν λόγων. ἔστι δὲ ὁ λόγος αὐτῶν συγκείμενος ἐκ φυσικῶν καὶ πρὸς ἕτερα εἰρημένων ῥημάτων, ἃ εἰς τὸν ἵδιον λόγον μετάγοντες διηγοῦνται, καθάπερ εἴπομεν. λέγουοι δὲ καὶ Μωσέα αὐτῶν συναίρεσθαι τῷ λόγῳ, ἐπὰν εἴπῃ »σκότος καὶ γνόφος καὶ θύελλα« — οὗτοι, φησίν, οἱ τρεῖς λόγοι —·