Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἀλλ᾿ οὐκ ἔστι, φησίν, ἀρκετὸν τὸ εἰσεληλυθέναι τὸν τέλειον ἄνθρωπον, λόγον, εἰς μήτραν παρθένου καὶ λῦσαι τὰς ὠδῖνας τὰς ἐν ἐκείνῳ τῷ σκότει· ἀλλὰ γὰρ μετὰ τὸ 〈εἰς τὰ〉 ἐν μήτρᾳ μυστήρια μυσερὰ εἰσελθεῖν ἀπελούσατο καὶ ἔπιε τὸ ποτήριον ζῶντος ὔδατος ἁλλομένου, ὃ δεῖ πάντως πιεῖν τὸν μέλ- [*](5 Gen, 1, 2 — 21 Pbil. 2, 7 — 24 Act. 2, 24 λύσας τὰς ὠδιναι τοῦ θανάτου — 25f Job. 4, 10. 14 contaminieit, vgl. zu V 9, 18) [*](1 βρόμω Ρ: βρασμῷ nacli Η und nach S. 118, 26 ö. 3 σκοτεινῷ ö.: σκολιῶ Ρ, σκοτίῳ Bernays 4 κεκρατημένον Ρ 5 ὕδατος Bernays: φωτός Ρ 5—7 ἐπεὶ οἶν ἐγερθέναι ἐκ τῶν) ὑδάτων κύματα γέννημα θηλείας εἰλήφωσιν ἐν ἑαυτοῖς, κατέχουσιν ἐν τοῖς) διαφόροις εἴδ)εσιν ὥσπερ μήτρα τις τὸ φῶς) κατεσπαρμένον Cruice ohne ücksicht auf den Raum 6 vgl. S. 118, 23 διαφόροις ζῴοις, S. 119, 7f διαφόροις εἴδεσιν 8 ὡς—θεωρεῖται] vgl. S. 118, 14ff 9 φοβερὸς Ρ: σφοδρὸς ö. nach S. 118, 26 συρίγματι ö. (so falsch H) πτερωτὸς Ρ: πρῶτον οὖν ö., πτερωτῷ· ὡς MiUer, ebenso Bernays, aber ohne ὡς 10 τούτου We. 13 εἰς ἣν Ρ: εἴσω ö. 17 εἰσῆλθεν Bernays: εἰσελθὼν Ρ 20 + τοῦ Bernays ἀνέμου. θηρίου αὕτη ö. 25 + εἰς τὰ We., + τὰ ö. μυσαρὰ Miller 26 ποιεῖν Ρ)

121
λοντα ἀποδιδύσκεσθαι τὴν δουλικὴν μορφὴν καὶ ἐπενδύσασθαι ἔνδυμα οὐράνιον.

Ταῦτά ἐστιν ἃ λέγουσιν, ὡς δι᾿ ὀλίγου ἔστιν εἰπεῖν, οἱ προστάται τῶν Σηθιανῶν λόγων. ἔστι δὲ ὁ λόγος αὐτῶν συγκείμενος ἐκ φυσικῶν καὶ πρὸς ἕτερα εἰρημένων ῥημάτων, ἃ εἰς τὸν ἵδιον λόγον μετάγοντες διηγοῦνται, καθάπερ εἴπομεν. λέγουοι δὲ καὶ Μωσέα αὐτῶν συναίρεσθαι τῷ λόγῳ, ἐπὰν εἴπῃ »σκότος καὶ γνόφος καὶ θύελλα« — οὗτοι, φησίν, οἱ τρεῖς λόγοι —·

ἢ ὅταν εἴπῃ ἐν παραδείσῳ γεγονέναι τρεῖς, Ἀδὰμ Εὔαν ὄφιν· ἢ ὅτον λέγῃ τρεῖς, Κάϊν Ἄβελ Σήθ, καὶ πάλιν τρεῖς, Σὴμ Χὰμ Ἰάφεθ· ἢ ὅταν λέγῃ τρεῖς πατριάρχας, Ἀβραὰμ Ἰσαὰκ Ἰακώβ· ἢ ὅταν λέγῃ τρεῖς ἡμέρας πρὸ ἡλίου καὶ σελήνης γεγονέναι· ἢ ὅταν λέγῃ τρεῖς νόμους, ἀπαγορευτικὸν ἐφετικὸν διατιμητικόν.