Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Καλοῦσι δὲ αὑτοὺς Περάτας, μηδὲν δύνασθαι νομίζοντες τῶν ἐν γενέσει καθεστηκότων διαφυγεῖν τὴν ἀπὸ τῆς γενέσεως τοῖς γεγενημένοις ὡρισμένην μοῖραν. εἰ γάρ τι, φησί, »γεννητόν, ὅλως καὶ φθείρεται«, καθάπερ καὶ Σιβύλλῃ δοκεῖ· μόνοι δέ, φησίν, ἡμεῖς οἱ τὴν ἀνάγκην τῆς γενέσεως ἐγνωκότες καὶ τὰς ὁδούς, δι’ ὧν εἰσελήλυθεν ὁ ἄνθρωπος εἰς τὸν κόσμον, ἀκριβῶς δεδιδαγμένοι διελθεῖν καὶ περᾶσαι τὴν φθορὰν μόνοι δυνάμεθα.

ἔστι δὲ ἡ φθορά, φησί, τὸ ὕδωρ, οὐδὲ ἄλλῳ τινί, φησίν, ἐφθάρη τάχιον ὁ κόσμος ἢ ὕδατι. τὸ δὲ ὕδωρ ἐστὶ τὸ περιεσφαιρωκὸς ἐν τοῖς προαστείοις, λέγουσιν, ὁ Κρόνος· δύναμις γάρ, φησίν, ὑδατόχρους, ἥντινα δύναμιν, φησί, τουτέστι τὸν Κρόνον, οὐδεὶς τῶν ἐν γενέσει καθεστώτων διαφυγεῖν δύναται·

πάσῃ γὰρ γενέσει πρὸς τὸ ὑποπεσεῖν τῇ φθορᾷ αἴτιος ἐφέστηκεν ὁ Κρόνος, καὶ οὐκ ἂν γένοιτο γένεσις, ἐν ᾗ Κρόνος οὐκ ἐμποδίζει. τοῦτό ἐστι, φησίν, ὃ καὶ οἱ ποιηταὶ λέγουσι τὸ καὶ τοὺς θεοὺς ἐκψοφοῦν·

  • ἴστω ἴστω φησί, τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
  • καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
  • ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν.
  • οὐ μόνον δὲ τοῦτο, φησίν, οἱ ποιηταὶ λέγουσιν,

    ἀλλ’ ἤδη καὶ οἱ σοφώτατοι τῶν Ἑλλήνων, ὡν ἐστι καὶ Ἡράκλειτος εἷς, λέγων· »ψυχῇσι γὰρ θάνατος ὕδωρ γενέσθαι«· οὗτος, φησίν, ὁ θάνατος καταλαμβάνει τοὺς Αἰγυπτίους ἐν Ἐρυθρᾷ θαλάσσῃ μετὰ τῶν ἁρμάτων αὐτῶν·

    πάντες δὲ οἱ ἀγνοοῦντες, φησίν, εἰσὶν Αἰγύπτιοι. καὶ τοῦτό ἐστι, λέγουσι, τὸ ἐξελθεῖν ἐξ Αἰγύπτου, ἐκ τοῦ σώματος — Αἴγυπτον γὰρ εἶναι μικρὰν τὸ σῶμα νομίζουσι — καὶ περᾶσαι τὴν θάλασσαν τὴν Ἐρυθρὰν τουτέστι τῆς φθορᾶς τὸ ὕδωρ, Ὅ ἐστιν ὁ Κρόνος, καὶ γενέσθαι πέραν τῆς Ἐρυθρᾶς θαλάσσης τουτέστι τῆς γενέσεως, καὶ ἐλθεῖν [*](1. 3 S. zu S. 109, 21 —9 Oracula Sibyll. Fr. 3 G. εἰ δὲ γενητὸν ὅλως καὶ δθείρεται κτλ. — 11f περᾶσαι] vgl. Philo De migr. § 20 We. — 20 — 22 Homer Ο 36 —28. ε 184 —186, vgl. V 20, 10 — 24 Heraklitj Fr. 36 D. — 25ff vgl. V 7, 39 — 25f Exod. 14, 28) [*](4 ἐπαναφοράν ö.: ἀναφοράν Ρ + καὶ ö. καὶ ὄψεται Miller 6 αὐτοὺς Ρ 8 τι] πᾶν? Miller 9 δὴ Miller 13 ἄλλως Ρ 19 ἐκφοβοῦν Miller 20 γὰρ Ρ Η: νῦν Homer 21 κατιβόμενον Ρ 22 μακάρεσι Ρ 24 ψυχῇσι Bemays: ψυχῆς εἰ Ρ 27f ἐστι, λέγουσι Miller: ἐπιλέγουσι Ρ)

    112
    εἰς τὴν ἔρημον, τοῦτ’ ἐ̓στιν ἔξω γενέσεως γενέσθαι, ὅπου εἰσὶν ὁμοῦ πάντες οἱ θεοὶ τῆς ἀπωλείας καὶ ὁ θεὸς τῆς σωτηρίας.

    εἰσὶ δέ, φησίν, οἱ θεοὶ τῆς ἀπωλείας οἱ ἀστέρες οἱ τῆς μεταβλητῆς γενέσεως ἐπιφέροντες τοῖς γινομένοις τὴν ἀνάγκην. τούτους, φησίν, ἐκάλεσε Μωυσῆς ὄφεις τῆς ἐρήμου δάκνοντας καὶ διαφθείροντας τοὺς πεπερακέναι νομίζοντας τὴν Ἐρυθρὰν θάλασσαν. θάλασσαν.

    οὗν, φησίν, ἐν τῇ ἐρήμῳ τοῖς υἱοῖς Ἰσραὴλ ἐπέδειξε Μωϋσῆς τὸν ἀληθινὸν ὄφιν τὸν τέλειον, εἰς ὃν οἱ πιστεύοντες οὐκ ἐδάκνοντο ἐν τῇ ἐρήμῳ, τουτέστιν ὑπὸ τῶν δυνάμεων. οὐδεὶς οὖν, φησίν, ὁ δυνάμενος σῶσαι καὶ ῥύσασθαι τοὺς ἐκπορευομένους ἐκ τῆς Αἰγύπτου, τουτέστιν ἐκ σώματος καὶ ἐκ τοῦδε τοῦ κόσμου, εἰ μὴ μόνος ὁ τέλειος, ὁ πλήρης τῶν πληρῶν ὄφις.

    ἐπὶ τοῦτον, φησίν, ὁ ἐλπίσας ὑπὸ τῶν ὄφεων τῆς ἐρήμου οὐ διαφθείρεται, τουτέστι τῶν θεῶν τῆς γενέσεως γέγραπται, φησίν, ἐν βίβλῳ Μωσέως· οὗτος, φησίν, ὁ ὄφις ἐστὶν ἡ δύναμις ἡ παρακολουθήσασα τῷ Μωσεῖ, ἡ ῥάβδος ἡ στρεφομένη εἰς ὄφιν. ἀνθεστήκεισαν δέ, φησί, τῇ δυνάμει Μωσέως <ἐν> τῶν μάγων οἱ ὄφεις, οἱ θεοὶ τῆς ἀπωλείας· ἀλλὰ πάντας αὐτοὺς ὑπέταξε καὶ διέφθειρεν ἡ ῥάβδος Μωσέως. ὁ καθολικὸς ὄφις, φησίν, οὑτός ἐστιν ὁ σοφὸς τῆς Εὔας λόγος.

    τοῦτο, φησίν, ἐστὶ μυστήριον Εδέμ, τοῦτο ποταμὸς ἐξ Ἐδέμ, τοῦτο σημεῖον τὸ τεθὲν τῷ Κάϊν, ἵνα πᾶς ὁ εὑρίσκων αὐτὸν μὴ ἀποκτείνῃ. οὗτος, φησίν, ἐστὶ Κάϊν, οὗ τὴν θυσίαν οὐ προσεδέξατο ὁ θεὸς τοῦδε τοῦ κόσμου· τὴν δὲ ᾑμαγμένην προσήκατο τοῦ Ἄβελ· αἵμασι γὰρ χαίρει ὁ τοῦδε τοῦ κόσμου δεσπότης.

    οὗτός ἐστι, φησίν, ὁ ἐν ἐσχάταις ἡμέραις ἐν ἀνθρώπου μορφῇ φανεὶς ἐν τοῖς χρόνοις Ἡρώδου, γενόμενος κατ᾿ εἰκόνα Ἰωσὴφ τοῦ πεπραμένου ἐκ χειρὸς ἀδελφῶν, οὗ μόνου τὸ ἔνδυμα ἦν ποικίλον. οὗτός ἐστι, φησίν, ὁ κατ’ εἰκόνα Ησαῦ, οὗ καὶ μὴ παρόντος ἡ στολὴ εὐλόγηται, ὃς οὐκ ἐδέξατο, φησί, τὴν ἀμβλυωπὸν εὐλογίαν, ἀλλ᾿ ἐπλούτησεν ἔξωθεν, οὐδὲν ἀπὸ τοῦ [*](1 Exod. 15, 22 — 4ff Num. 21, 6ff — 12 Exod. 7, 12? — 15f vgl. Exod. 4, 2—4 17. 7, 9 —13 u. VIII 14, 3 — 16 —18 Exod. 7, 11. 12 — 19 Gen. 3, 1 7 — 19f Gen. 2, 8. 10, vgl. ο. S. 101, 2ff — 20 Gen. 4, 15 — 21 f Gen. 4, 3 5 — 25 vgl. Matth. 2, 1 ἐν "Hr;vdoy Ἡρώδου τοῦ βασιλέως — 26f Gen. 37, ff — 28 Gen. 27, 15. 27 — 29 Gen. 27, 1 ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτου. — ἐπλούτησεν ἔξωθεν] Gen. 33, 9?) [*](6f δακνομένους — τοὺς υἱοὺς Ρ 9 ὑπὸ ö.: ἀπὸ Ρ 12 ὄφεις Ρ 16 + ἐν Miller 20 <ἐκπορευόμενος> ἐξ We. 24 φασίν Ρ, verb. ö. 26 Ρ 27 μόνου ö.: μόνον Ρ)

    113
    ἀμβλυωποῦντος λαβών, οὗ εἶδε τὸ πρόσωπον Ἰακὼβ ὡς ἂν ἴδοι ἄνθρωπος πρόσωπον θεοῦ«.

    περὶ τούτου, φησί, γέγραπται, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἔναντι κυρίου«. εἰσὶ δέ, φησί, τούτου ἀντίμιμοι πολλοί, τοσοῦτοι ὅσοι ὤφθησαν ἐν τῇ ἐρήμῳ τοῖς υἱοῖς Ἰσραὴλ δάκνοντες, ἀφ’ ὡν ἐρρύσατο τοὺς δακνομένους ὁ τέλειος ἐκεῖνος, ὃν ἔστησε Μωυσῆς. τοῦτό ἐστι, φησί, τὸ εἰρημενον· »καὶ ὃν τρόπον ὕψωδε Μωυσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου«.

    τούτου κατ᾿ εἰκόνα γέγονεν ὁ ὄφις ἐν τῇ ἐρήμῳ <ὁ> χαλκοῦς, ὃν ἔστησε Μωυσῆς. τούτου, φησί, μόνου τὸ ὁμοίωμα τῷ οὐρανῷ διὰ παντός ἐστι φωτὶ ὁρώμενον. οὗτος, φησίν, ἐστὶν ἡ μεγάλη ἀρχή, περὶ ἠς γέγραπται. περὶ τούτου, φησίν, εἴρηται· »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν, πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ὃ γέγονεν ἐν αὐτῷ, ζωή ἐστιν«.

    ἐν αὐτῷ δέ, φησίν, ἡ Εὔα γέγονεν, ἡ Εὔα ζωή. αὕτη δέ, φησίν, ἐστὶν ἡ Εὔα μήτηρ πάντων τῶν ζώντων«, κοινὴ φύσις, τουτέστι Νῶν ἀγγέλων, ἀθανάτων θνητῶν, ἀλλόγων λογικῶν· ὁ γὰρ πάντων, φησίν, εἰπὼν εἴρηκε πάντων·

    καὶ εἴ τινος, φησίν, »οἱ ὀφθαλμοὶ μακάριοι«, οὗτος ὄψεται ἀναβλέψας εἰς τὸν οὐρανὸν τοῦ ὄφεως τὴν καλὴν εἰκόνα ἐν τῇ μεγάλῃ ἀρχῇ τοῦ οὐρανοῦ στρεφομένην καίγιονμένην ἀρχὴν πάσης κινήσεως πᾶσι τοῖς γινομένοις, <καὶ> ὅτι χωρὶς αὐτοῦ <οὐδὲν> οὔτε τῶν οὐρανίων οὔτε τῶν ἐπιγείων τῶν καταχθονίων συνέστηκεν, οὐ νύξ, οὐ σελήνη, οὐ καρποί, οὐ γένεσις, οὐ πλοῦτος, οὐχ ὁδοιπορία, οὐδ’ ὅλως τι τῶν ὄντων ἐστὶ δίχα σημαίνοντος ἐκείνου.

    ἐπὶ τούτου, φησίν, ἐστὶ τὸ »μέγα θαῦμα« ὁρώμενον ἐν τῷ οὐρανῷ τοῖς δυναμένοις ἰδεῖν. κατὰ γάρ, φησί, ταύτην τὴν ἄκραν αὐτοῦ τὴν κεφαλήν, ὅπερ πάντων ἀπιστότερον τοῖς οὐκ [*](1f Gea. 33, 10 εἶδον τὸ πρόσωπόν σου, ὡς ἂν τις ἴδοι πρόσωπον θεοῦ — 2f Gen. 10, 9 — 6 Jon. 3, 14 καὶ καθὼς Μωυσῆς ὕψωσεν κτλ. — 11 zu dieser Auslegung von Job. 1, 1 vgl. Iren. I 8, 5 Clemens Esc. 6 S. 107, 18. 19 St. 11—14 Joh. 1, 1 —4 — 15f Gen. 3, 20 καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς Ζωή, ὅτι αἵτη μήτηρ πάντων τῶν ζώντων, s. zu S. 88, 22. Harnack, Alt- christi. Lit. 1 168 denkt an Evang. Evae — 18 Matth. 13, 16. Luk. 10, 23 — 22 fvgl. Phil. 2, 10 — 25-S. 114, 10 vgl. IV 47. 48, 1—6 — 27f Arat V. 61. 62 (o. IV 47, 3)) [*](3 ἐναντίον Var. LXX 4 ὤφθησαν] ὄφεις ὤφθησαν oder ὄφεις ἦσαν Cruice 5 ἐρύσατο Ρ 6 εἰρημένον· καθ’ ὃν Miller 9 + ὁ We. 10 οὐ· ρανίῳ Diels vgl. IV 47 ὁρώμενον δψντὶ Ρ (es sollte wohl β, α ßen) 14 über die Interpunction s. zu S. 89, 27 18 πάντων] τούτων? Miller, πάντῃ Cruice 20 ἀρχῇ] ἄκρᾳ Cruice 21 + καὶ ó. γνώσετε Ρ 22 + οὐδὲν Miller 27 τὴν2 >)

    114
    εἰδόσι, μίσγονται δύσις τε καὶ ανατολὴ ἀλλήλαις. τοῦτ᾿ ἐστὶ περὶ οἷ εἶπεν ἡ ἀγνωσία· ἐν οὐσρανῷ
  • εἱλεῖται μέγα θαῦμα Δράκων δεινοῖο πελώρου.
  • ἑκατέρωθεν δὲ αὐτοῦ παρατέτακται Στέφανος καὶ Λύρα,

    καὶ κατ αὐτὴν ἄνωθεν τὴν κεφαλὴν ἐλεεινὸς ἄνθρωπος, ὁ Ἐν γόνασίν ἐστιν ὁρώμενος,

  • δεξιτεροῦ ποδὸς ἄκρον ἔχων σκολιοῖο δράκοντος.
  • κατὰ δὲ τὸν νῶτον τοῦ Ἐν γόνασίν ἐστιν ἀτελὴς ὄφις ἀμφοτέραις ταῖς χερσὶ κατεσφιγμένος ὑπὸ τοῦ Ὀφιούχου καὶ κωλυόμενος ἐφάψασθαι τοῦ στεφάνου παρακειμένου τῷ τελείῳ ὄφει.