Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Καταφανὴς σύμπασιν εὐκόλως γεγένηται ἡ τῶν Περατῶν αἵρεσις ἀπὸ τῆς τῶν ἀστρολόγων μεθηρμοσμένη τοῖς ὀνόμασι μόνοις· τὸν δὲ αὐτὸν τρόπον περιέχει καὶ τὰ ἕτερα αὐτῶν βιβλία, εἴ τινι φίλον εἴη διὰ πάντων ἐλθεῖν.

πάντων γάρ, ὡς ἔφην, τῶν γεννητῶν τῆς γενέσεως αἴτια νομίζουσιν εἶναι τὰ ἀγέννητα καὶ τὰ ὑπερκείμενα, καὶ γεγονέναι κατὰ ἀπόρροιαν τὸν κόσμον τὸν καθ’ ἡμᾶς, ὃν ἰδικὸν ἐκεῖνοι καλοῦσι, καὶ τούτους πάντας ὁμοῦ τοὺς ἀστέρας τοὺς θεωρουμένους έν τῷ οὐρανῷ τῆς γενέσεως αἰτίους γεγονέναι τοῦδε τοῦ κόσμου, ἐναλλάξαντες αὐτῶν τὸ ὄνομα, ὡς ἀπὸ τῶν προαστείων ἔστι συγκρίναντας εὑρεῖν·

δεύτερον δὲ δὴ κατὰ τὸν αὐτὸν τρόπον, ὡς γέγονεν ὁ κόσμος κόσμος τῆς ἀπορροίας τῆς ἄνω, οὕτως τὰ ἐνθάδεἀπὸ τῆς ἀπορροίας τῶν ἀστέρεων γένεσιν ἔχειν καὶ φθορὰν λέγουσι καὶ διοικεῖσθαι.

ἐπεὶ γοῦν οἱ ἀστρολόγοι ἴσασιν ὡροσκόπον καὶ μεσουράνημα καὶ δύσιν καὶ ἀντιμεσουράνημα καὶ τούτων τῶν ἄστρων ἄλλοτε ἄλλως κινουμένων διὰ τὴν στροφὴν ἀεὶ τοῦ παντὸς ἄλλοτε ἄλλα ἀποκλίματα εἶναι κατὰ κέντρον καὶ κέντροις ἐπαναφοράς, ἀλληγοροῦντες τὴν διαταγὴν τῶν ἀστρολόγων τὸ μὲν κέντρον οἱονεὶ θεὸν καὶ μονάδα καὶ κύριον τῆς πάσης γενέσεως ὑποτυποῦσι, τὸ δὲ ἀπό- [*](26—29 vgl. Sext. Adv. astrol. § 13. 14; Vettius Valens II 2 S. 56 é-Leclercq, ’astrologie grecque, Paris 1899 S. 273f) [*](4 Φαέθων? ö. ταδύηκεν κέλαδος Ρ: Τυδεύς Ἐγκέλαδος ö., Τάλο,ς Κέλαδος Miller 8 ἀθαμάς Ρ 11 ἀμημώνη Ρ 12 Ἰασίων ö.: ἰάσων Ρ 13 <οἱ> ἕως We. 14 καταφανῆ Ρ 19 ἀπορίαν Ρ εἰδικὸν Cruice 21 τοῦδε (so) Ρ (nicht τούσδε) 22 ἐναλλάξαντας Miller 27 δῦνον Sext. 28 κινουμένων Miller: γινομένων P 29 καὶ κέντρων? ö. 31 ὑποτυποῦσι ö.: ὑποτυποῦντες P)

111
κλιμα ἀριστερόν, τὴν δ᾿ ἐπαναφορὰν δεξιόν.

ὅταν οὖν τοῖς γράμμασιν αὐτῶν εντυχών τις δύναμιν εὑρίσκῃ παρ᾿ αὐτοῖς λεγομένην δεξιὰν ἢ ἀριστεράν, ἀνατρεχέτω ἐπὶ τὸ κέντρον καὶ τὸ ἀπόκλιμα καὶ τὴν <ἐπ>αναφοράν, <καὶ> κατόψεται σαφῶς πᾶσαν αὐτῶν τὴν πραγματείαν ἀστρολογικὴν διδασκαλίαν καθεστῶνσαν.

Καλοῦσι δὲ αὑτοὺς Περάτας, μηδὲν δύνασθαι νομίζοντες τῶν ἐν γενέσει καθεστηκότων διαφυγεῖν τὴν ἀπὸ τῆς γενέσεως τοῖς γεγενημένοις ὡρισμένην μοῖραν. εἰ γάρ τι, φησί, »γεννητόν, ὅλως καὶ φθείρεται«, καθάπερ καὶ Σιβύλλῃ δοκεῖ· μόνοι δέ, φησίν, ἡμεῖς οἱ τὴν ἀνάγκην τῆς γενέσεως ἐγνωκότες καὶ τὰς ὁδούς, δι’ ὧν εἰσελήλυθεν ὁ ἄνθρωπος εἰς τὸν κόσμον, ἀκριβῶς δεδιδαγμένοι διελθεῖν καὶ περᾶσαι τὴν φθορὰν μόνοι δυνάμεθα.

ἔστι δὲ ἡ φθορά, φησί, τὸ ὕδωρ, οὐδὲ ἄλλῳ τινί, φησίν, ἐφθάρη τάχιον ὁ κόσμος ἢ ὕδατι. τὸ δὲ ὕδωρ ἐστὶ τὸ περιεσφαιρωκὸς ἐν τοῖς προαστείοις, λέγουσιν, ὁ Κρόνος· δύναμις γάρ, φησίν, ὑδατόχρους, ἥντινα δύναμιν, φησί, τουτέστι τὸν Κρόνον, οὐδεὶς τῶν ἐν γενέσει καθεστώτων διαφυγεῖν δύναται·

πάσῃ γὰρ γενέσει πρὸς τὸ ὑποπεσεῖν τῇ φθορᾷ αἴτιος ἐφέστηκεν ὁ Κρόνος, καὶ οὐκ ἂν γένοιτο γένεσις, ἐν ᾗ Κρόνος οὐκ ἐμποδίζει. τοῦτό ἐστι, φησίν, ὃ καὶ οἱ ποιηταὶ λέγουσι τὸ καὶ τοὺς θεοὺς ἐκψοφοῦν·

  • ἴστω ἴστω φησί, τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
  • καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
  • ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν.
  • οὐ μόνον δὲ τοῦτο, φησίν, οἱ ποιηταὶ λέγουσιν,

    ἀλλ’ ἤδη καὶ οἱ σοφώτατοι τῶν Ἑλλήνων, ὡν ἐστι καὶ Ἡράκλειτος εἷς, λέγων· »ψυχῇσι γὰρ θάνατος ὕδωρ γενέσθαι«· οὗτος, φησίν, ὁ θάνατος καταλαμβάνει τοὺς Αἰγυπτίους ἐν Ἐρυθρᾷ θαλάσσῃ μετὰ τῶν ἁρμάτων αὐτῶν·

    πάντες δὲ οἱ ἀγνοοῦντες, φησίν, εἰσὶν Αἰγύπτιοι. καὶ τοῦτό ἐστι, λέγουσι, τὸ ἐξελθεῖν ἐξ Αἰγύπτου, ἐκ τοῦ σώματος — Αἴγυπτον γὰρ εἶναι μικρὰν τὸ σῶμα νομίζουσι — καὶ περᾶσαι τὴν θάλασσαν τὴν Ἐρυθρὰν τουτέστι τῆς φθορᾶς τὸ ὕδωρ, Ὅ ἐστιν ὁ Κρόνος, καὶ γενέσθαι πέραν τῆς Ἐρυθρᾶς θαλάσσης τουτέστι τῆς γενέσεως, καὶ ἐλθεῖν [*](1. 3 S. zu S. 109, 21 —9 Oracula Sibyll. Fr. 3 G. εἰ δὲ γενητὸν ὅλως καὶ δθείρεται κτλ. — 11f περᾶσαι] vgl. Philo De migr. § 20 We. — 20 — 22 Homer Ο 36 —28. ε 184 —186, vgl. V 20, 10 — 24 Heraklitj Fr. 36 D. — 25ff vgl. V 7, 39 — 25f Exod. 14, 28) [*](4 ἐπαναφοράν ö.: ἀναφοράν Ρ + καὶ ö. καὶ ὄψεται Miller 6 αὐτοὺς Ρ 8 τι] πᾶν? Miller 9 δὴ Miller 13 ἄλλως Ρ 19 ἐκφοβοῦν Miller 20 γὰρ Ρ Η: νῦν Homer 21 κατιβόμενον Ρ 22 μακάρεσι Ρ 24 ψυχῇσι Bemays: ψυχῆς εἰ Ρ 27f ἐστι, λέγουσι Miller: ἐπιλέγουσι Ρ)

    112
    εἰς τὴν ἔρημον, τοῦτ’ ἐ̓στιν ἔξω γενέσεως γενέσθαι, ὅπου εἰσὶν ὁμοῦ πάντες οἱ θεοὶ τῆς ἀπωλείας καὶ ὁ θεὸς τῆς σωτηρίας.