Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ ἄρχων δωδεκαώρου νυκτερινῆς Σοκλάν, ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ὄσιριν· τούτου κατ’ εἰκόνα ἐγένετο Ἄδμητος, Μήδεια, Ἕλλην, Αἴθουσα· ἄρχων ἡμερινῆς δωδεκαώρου Εὐνώ· οὗτος οἰκονόμος τῆς πρωτοκαμάρου ἀνατολῆς καὶ αἰθερίου, ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ἰσιν.

τούτου σημεῖον τὸ κυνὸς ἄστρον, οὗ κατ’ εἰκόνα ἐγένοντο Πτολεμαῖος ὁ Ἀρσινόης, Διδύμη, Κλεοπάτρα, Ὀλυμπιάς. δύναμις θεοῦ δεξιά, ἣν ἐκάλεσεν ἡ ἀγνωσίας Ῥέαν, οὗ κατ’ εἰκόνα ἐγένοντο Ἄττις, Μύγδων, Οἰνώνη. δύναμις ἀριστερὰ τροφῆς ἐξουσιάζει, ἣν ἐκάλεσεν ἡ ἀγνωσία Δήμητραν, ὄνομα αὐτῇ Βένα· τούτου κοτ’ εἰκόνα ἐγένοντο Κελεός, Τριπτόλεμος, Μισυρ, Ἀπραξία.

δύναμις δεξιὰ ἐξουσιάζει καρπῶν· τοῦτον ἡ ἀγνωσία ἐκάλεσε Μῆνα, οὗ κατ’ εἰκόνα ἐγένοντο Βουμέγας, [*](15 — 19 vgl. Reitzenstein, Poimandres S. 257, und über die δωδεκάωρος Boll, Sphära S. 309 f und Der ostasiatische Tiercyklus im Hellenismus, Τ‘ oung-Par XII 1912 S. 700ff. 710 — 16f Osiris] nach Boll, ära S. 310 dem Orion gleichgeseetzt — 21. 23. 25 u. S. 110, 2 δύναμις δεξιά, ἀριστερά s. meine Kultur2 S. 157 und Boll, ära S. 383. 563f) [*](1 δαχύνει Ρ 1f λεπτύνουσα oder λεπτὴ διοδεύουσα nach V 19, 3 We. 3f τόπον. ἠ δ’ αὐτῆς Diels, τὸ μηδέν. αὐτῆς Cruice 6 Ἰνώ Miller: ἰή Ρ Νεβρόη wohl corrupt] Νεφέλη? Miller, Νεβρό́δ? We., s. V 16, 11 <ὅδε> περιεσφαιρωκὼς 7 δωδεκαγονιον Ρ 9 Κόρην] Κρόνον Cruice (vgl. V 16, 2) 10 ἄλλοι corrupt? Der 5. Name? We., vor ἄλλοι ücke Miller 13 αἰωρεῖται We.: αἰώρηται Ρ, ᾐώρηται Miller ἀστέρος? ö. 19 ὃν Miller: ὃ Ρ 22 Μύγδων ö.: μυγδώη Ρ 25 Μισώρ bei Philon Byblios (Eus. Praep. 1 10 S. 36 A) Πραξίδίκη? Gö. καιρῶν Cruice 26 βουζύγης Miller)

110
Οστάνης, Ἑρμῆς τρισμέγιστος, Κουρίτης, Πετόσιρις, Ζωδάριον, Βηρωσός, Ἀστράμψουχος, Ζωρόαστρις. δύναμις πυρὸς εὐώνυμος· τοῦτον ἡ ἀγνωσία ἐκάλεσεν Ἥφαιστον, οὗ κατ’ εἰκόνα ἐγένοντο Ἐριχθόνιος, Ἀχιλλεύς, Καπανεύς, Φλέγων, Μελέαγρος, † τὰ δύηκεν, Κέλαδος, Ῥαφαήλ, Σουριήλ, Ὀμφάλη.

δυνάμεις τρεῖς μέσαι τοῦ ἀέρος κερμάμεναι, αἰτίαι γενέσεως. ταύτας ἡ ἀγνωσία ἐκάλεσε Μοίρας, ὧν κατ εἰκόνα ἐγένοντο οἶκος Πριάμου, οἶκος Λαΐου, Ἰνώ, Αὐτονόη, Ἀγαυή, Ἀθάμας, Πρόκνη, Δαναΐδες, Πελιάδες.

δύναμις ἀρσενόθηλυς ἀεὶ νηπιάζουσα, ἀγήρατος, αἰτία κάλλους, ἠδονῆς, ἀκμῆς, ὀρέξεως, ἐπιθυμίας, ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ἔρωτα, οὗ κατ’ εἰκόνα ἐγένοντο Πάρις, Νάρκισσος, Γανυμήδης, Ἐνδυμίων, Τιθωνός, Ἰκάριος, Λήδαι Ἀμυμώνη, Θέτις, Ἑσπερίδες, Ἰασίων, Λέανδρος, Ἡρώ. οὗτοί εἰσιν οἱ προάστειοι ἕως αἰθέρος·» οὕτω γὰρ καὶ ἐπιγράφει τὸ βιβλίον.

Καταφανὴς σύμπασιν εὐκόλως γεγένηται ἡ τῶν Περατῶν αἵρεσις ἀπὸ τῆς τῶν ἀστρολόγων μεθηρμοσμένη τοῖς ὀνόμασι μόνοις· τὸν δὲ αὐτὸν τρόπον περιέχει καὶ τὰ ἕτερα αὐτῶν βιβλία, εἴ τινι φίλον εἴη διὰ πάντων ἐλθεῖν.

πάντων γάρ, ὡς ἔφην, τῶν γεννητῶν τῆς γενέσεως αἴτια νομίζουσιν εἶναι τὰ ἀγέννητα καὶ τὰ ὑπερκείμενα, καὶ γεγονέναι κατὰ ἀπόρροιαν τὸν κόσμον τὸν καθ’ ἡμᾶς, ὃν ἰδικὸν ἐκεῖνοι καλοῦσι, καὶ τούτους πάντας ὁμοῦ τοὺς ἀστέρας τοὺς θεωρουμένους έν τῷ οὐρανῷ τῆς γενέσεως αἰτίους γεγονέναι τοῦδε τοῦ κόσμου, ἐναλλάξαντες αὐτῶν τὸ ὄνομα, ὡς ἀπὸ τῶν προαστείων ἔστι συγκρίναντας εὑρεῖν·

δεύτερον δὲ δὴ κατὰ τὸν αὐτὸν τρόπον, ὡς γέγονεν ὁ κόσμος κόσμος τῆς ἀπορροίας τῆς ἄνω, οὕτως τὰ ἐνθάδεἀπὸ τῆς ἀπορροίας τῶν ἀστέρεων γένεσιν ἔχειν καὶ φθορὰν λέγουσι καὶ διοικεῖσθαι.

ἐπεὶ γοῦν οἱ ἀστρολόγοι ἴσασιν ὡροσκόπον καὶ μεσουράνημα καὶ δύσιν καὶ ἀντιμεσουράνημα καὶ τούτων τῶν ἄστρων ἄλλοτε ἄλλως κινουμένων διὰ τὴν στροφὴν ἀεὶ τοῦ παντὸς ἄλλοτε ἄλλα ἀποκλίματα εἶναι κατὰ κέντρον καὶ κέντροις ἐπαναφοράς, ἀλληγοροῦντες τὴν διαταγὴν τῶν ἀστρολόγων τὸ μὲν κέντρον οἱονεὶ θεὸν καὶ μονάδα καὶ κύριον τῆς πάσης γενέσεως ὑποτυποῦσι, τὸ δὲ ἀπό- [*](26—29 vgl. Sext. Adv. astrol. § 13. 14; Vettius Valens II 2 S. 56 é-Leclercq, ’astrologie grecque, Paris 1899 S. 273f) [*](4 Φαέθων? ö. ταδύηκεν κέλαδος Ρ: Τυδεύς Ἐγκέλαδος ö., Τάλο,ς Κέλαδος Miller 8 ἀθαμάς Ρ 11 ἀμημώνη Ρ 12 Ἰασίων ö.: ἰάσων Ρ 13 <οἱ> ἕως We. 14 καταφανῆ Ρ 19 ἀπορίαν Ρ εἰδικὸν Cruice 21 τοῦδε (so) Ρ (nicht τούσδε) 22 ἐναλλάξαντας Miller 27 δῦνον Sext. 28 κινουμένων Miller: γινομένων P 29 καὶ κέντρων? ö. 31 ὑποτυποῦσι ö.: ὑποτυποῦντες P)

111
κλιμα ἀριστερόν, τὴν δ᾿ ἐπαναφορὰν δεξιόν.

ὅταν οὖν τοῖς γράμμασιν αὐτῶν εντυχών τις δύναμιν εὑρίσκῃ παρ᾿ αὐτοῖς λεγομένην δεξιὰν ἢ ἀριστεράν, ἀνατρεχέτω ἐπὶ τὸ κέντρον καὶ τὸ ἀπόκλιμα καὶ τὴν <ἐπ>αναφοράν, <καὶ> κατόψεται σαφῶς πᾶσαν αὐτῶν τὴν πραγματείαν ἀστρολογικὴν διδασκαλίαν καθεστῶνσαν.

Καλοῦσι δὲ αὑτοὺς Περάτας, μηδὲν δύνασθαι νομίζοντες τῶν ἐν γενέσει καθεστηκότων διαφυγεῖν τὴν ἀπὸ τῆς γενέσεως τοῖς γεγενημένοις ὡρισμένην μοῖραν. εἰ γάρ τι, φησί, »γεννητόν, ὅλως καὶ φθείρεται«, καθάπερ καὶ Σιβύλλῃ δοκεῖ· μόνοι δέ, φησίν, ἡμεῖς οἱ τὴν ἀνάγκην τῆς γενέσεως ἐγνωκότες καὶ τὰς ὁδούς, δι’ ὧν εἰσελήλυθεν ὁ ἄνθρωπος εἰς τὸν κόσμον, ἀκριβῶς δεδιδαγμένοι διελθεῖν καὶ περᾶσαι τὴν φθορὰν μόνοι δυνάμεθα.

ἔστι δὲ ἡ φθορά, φησί, τὸ ὕδωρ, οὐδὲ ἄλλῳ τινί, φησίν, ἐφθάρη τάχιον ὁ κόσμος ἢ ὕδατι. τὸ δὲ ὕδωρ ἐστὶ τὸ περιεσφαιρωκὸς ἐν τοῖς προαστείοις, λέγουσιν, ὁ Κρόνος· δύναμις γάρ, φησίν, ὑδατόχρους, ἥντινα δύναμιν, φησί, τουτέστι τὸν Κρόνον, οὐδεὶς τῶν ἐν γενέσει καθεστώτων διαφυγεῖν δύναται·

πάσῃ γὰρ γενέσει πρὸς τὸ ὑποπεσεῖν τῇ φθορᾷ αἴτιος ἐφέστηκεν ὁ Κρόνος, καὶ οὐκ ἂν γένοιτο γένεσις, ἐν ᾗ Κρόνος οὐκ ἐμποδίζει. τοῦτό ἐστι, φησίν, ὃ καὶ οἱ ποιηταὶ λέγουσι τὸ καὶ τοὺς θεοὺς ἐκψοφοῦν·

  • ἴστω ἴστω φησί, τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
  • καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
  • ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν.
  • οὐ μόνον δὲ τοῦτο, φησίν, οἱ ποιηταὶ λέγουσιν,

    ἀλλ’ ἤδη καὶ οἱ σοφώτατοι τῶν Ἑλλήνων, ὡν ἐστι καὶ Ἡράκλειτος εἷς, λέγων· »ψυχῇσι γὰρ θάνατος ὕδωρ γενέσθαι«· οὗτος, φησίν, ὁ θάνατος καταλαμβάνει τοὺς Αἰγυπτίους ἐν Ἐρυθρᾷ θαλάσσῃ μετὰ τῶν ἁρμάτων αὐτῶν·

    πάντες δὲ οἱ ἀγνοοῦντες, φησίν, εἰσὶν Αἰγύπτιοι. καὶ τοῦτό ἐστι, λέγουσι, τὸ ἐξελθεῖν ἐξ Αἰγύπτου, ἐκ τοῦ σώματος — Αἴγυπτον γὰρ εἶναι μικρὰν τὸ σῶμα νομίζουσι — καὶ περᾶσαι τὴν θάλασσαν τὴν Ἐρυθρὰν τουτέστι τῆς φθορᾶς τὸ ὕδωρ, Ὅ ἐστιν ὁ Κρόνος, καὶ γενέσθαι πέραν τῆς Ἐρυθρᾶς θαλάσσης τουτέστι τῆς γενέσεως, καὶ ἐλθεῖν [*](1. 3 S. zu S. 109, 21 —9 Oracula Sibyll. Fr. 3 G. εἰ δὲ γενητὸν ὅλως καὶ δθείρεται κτλ. — 11f περᾶσαι] vgl. Philo De migr. § 20 We. — 20 — 22 Homer Ο 36 —28. ε 184 —186, vgl. V 20, 10 — 24 Heraklitj Fr. 36 D. — 25ff vgl. V 7, 39 — 25f Exod. 14, 28) [*](4 ἐπαναφοράν ö.: ἀναφοράν Ρ + καὶ ö. καὶ ὄψεται Miller 6 αὐτοὺς Ρ 8 τι] πᾶν? Miller 9 δὴ Miller 13 ἄλλως Ρ 19 ἐκφοβοῦν Miller 20 γὰρ Ρ Η: νῦν Homer 21 κατιβόμενον Ρ 22 μακάρεσι Ρ 24 ψυχῇσι Bemays: ψυχῆς εἰ Ρ 27f ἐστι, λέγουσι Miller: ἐπιλέγουσι Ρ)

    112
    εἰς τὴν ἔρημον, τοῦτ’ ἐ̓στιν ἔξω γενέσεως γενέσθαι, ὅπου εἰσὶν ὁμοῦ πάντες οἱ θεοὶ τῆς ἀπωλείας καὶ ὁ θεὸς τῆς σωτηρίας.

    εἰσὶ δέ, φησίν, οἱ θεοὶ τῆς ἀπωλείας οἱ ἀστέρες οἱ τῆς μεταβλητῆς γενέσεως ἐπιφέροντες τοῖς γινομένοις τὴν ἀνάγκην. τούτους, φησίν, ἐκάλεσε Μωυσῆς ὄφεις τῆς ἐρήμου δάκνοντας καὶ διαφθείροντας τοὺς πεπερακέναι νομίζοντας τὴν Ἐρυθρὰν θάλασσαν. θάλασσαν.

    οὗν, φησίν, ἐν τῇ ἐρήμῳ τοῖς υἱοῖς Ἰσραὴλ ἐπέδειξε Μωϋσῆς τὸν ἀληθινὸν ὄφιν τὸν τέλειον, εἰς ὃν οἱ πιστεύοντες οὐκ ἐδάκνοντο ἐν τῇ ἐρήμῳ, τουτέστιν ὑπὸ τῶν δυνάμεων. οὐδεὶς οὖν, φησίν, ὁ δυνάμενος σῶσαι καὶ ῥύσασθαι τοὺς ἐκπορευομένους ἐκ τῆς Αἰγύπτου, τουτέστιν ἐκ σώματος καὶ ἐκ τοῦδε τοῦ κόσμου, εἰ μὴ μόνος ὁ τέλειος, ὁ πλήρης τῶν πληρῶν ὄφις.

    ἐπὶ τοῦτον, φησίν, ὁ ἐλπίσας ὑπὸ τῶν ὄφεων τῆς ἐρήμου οὐ διαφθείρεται, τουτέστι τῶν θεῶν τῆς γενέσεως γέγραπται, φησίν, ἐν βίβλῳ Μωσέως· οὗτος, φησίν, ὁ ὄφις ἐστὶν ἡ δύναμις ἡ παρακολουθήσασα τῷ Μωσεῖ, ἡ ῥάβδος ἡ στρεφομένη εἰς ὄφιν. ἀνθεστήκεισαν δέ, φησί, τῇ δυνάμει Μωσέως <ἐν> τῶν μάγων οἱ ὄφεις, οἱ θεοὶ τῆς ἀπωλείας· ἀλλὰ πάντας αὐτοὺς ὑπέταξε καὶ διέφθειρεν ἡ ῥάβδος Μωσέως. ὁ καθολικὸς ὄφις, φησίν, οὑτός ἐστιν ὁ σοφὸς τῆς Εὔας λόγος.

    τοῦτο, φησίν, ἐστὶ μυστήριον Εδέμ, τοῦτο ποταμὸς ἐξ Ἐδέμ, τοῦτο σημεῖον τὸ τεθὲν τῷ Κάϊν, ἵνα πᾶς ὁ εὑρίσκων αὐτὸν μὴ ἀποκτείνῃ. οὗτος, φησίν, ἐστὶ Κάϊν, οὗ τὴν θυσίαν οὐ προσεδέξατο ὁ θεὸς τοῦδε τοῦ κόσμου· τὴν δὲ ᾑμαγμένην προσήκατο τοῦ Ἄβελ· αἵμασι γὰρ χαίρει ὁ τοῦδε τοῦ κόσμου δεσπότης.

    οὗτός ἐστι, φησίν, ὁ ἐν ἐσχάταις ἡμέραις ἐν ἀνθρώπου μορφῇ φανεὶς ἐν τοῖς χρόνοις Ἡρώδου, γενόμενος κατ᾿ εἰκόνα Ἰωσὴφ τοῦ πεπραμένου ἐκ χειρὸς ἀδελφῶν, οὗ μόνου τὸ ἔνδυμα ἦν ποικίλον. οὗτός ἐστι, φησίν, ὁ κατ’ εἰκόνα Ησαῦ, οὗ καὶ μὴ παρόντος ἡ στολὴ εὐλόγηται, ὃς οὐκ ἐδέξατο, φησί, τὴν ἀμβλυωπὸν εὐλογίαν, ἀλλ᾿ ἐπλούτησεν ἔξωθεν, οὐδὲν ἀπὸ τοῦ [*](1 Exod. 15, 22 — 4ff Num. 21, 6ff — 12 Exod. 7, 12? — 15f vgl. Exod. 4, 2—4 17. 7, 9 —13 u. VIII 14, 3 — 16 —18 Exod. 7, 11. 12 — 19 Gen. 3, 1 7 — 19f Gen. 2, 8. 10, vgl. ο. S. 101, 2ff — 20 Gen. 4, 15 — 21 f Gen. 4, 3 5 — 25 vgl. Matth. 2, 1 ἐν "Hr;vdoy Ἡρώδου τοῦ βασιλέως — 26f Gen. 37, ff — 28 Gen. 27, 15. 27 — 29 Gen. 27, 1 ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτου. — ἐπλούτησεν ἔξωθεν] Gen. 33, 9?) [*](6f δακνομένους — τοὺς υἱοὺς Ρ 9 ὑπὸ ö.: ἀπὸ Ρ 12 ὄφεις Ρ 16 + ἐν Miller 20 <ἐκπορευόμενος> ἐξ We. 24 φασίν Ρ, verb. ö. 26 Ρ 27 μόνου ö.: μόνον Ρ)

    113
    ἀμβλυωποῦντος λαβών, οὗ εἶδε τὸ πρόσωπον Ἰακὼβ ὡς ἂν ἴδοι ἄνθρωπος πρόσωπον θεοῦ«.