Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ταύτα μὲν οὐν οἱ Ναασσηνοὶ ἐπιχειροῦσιν, ἑαυτοὺς γνωστικοὺς ὀνομάζοντες. ἀλλ᾿ ἐπεὶ πολυκέφαλός ἐστιν ἡ πλάνη καὶ πολυσχιδὴς ὡς ἀληθῶς ἱστορουμένη ὕδρα, κατὰ μίαν ταύτης κεφαλὴν πατάξαντες διὰ τοῦ ἐλέγξαι, τῇ τῆς ἀληθείας ῥάβδῳ χρησάμενοι ἅπαν τὸ θηρίον ἀναιρήσομεν· οὐδὲ γὰρ αἱ λοιπαὶ αἱρέσεις πολὺ ταύτης ἀπεμφαίνουσι, συνεχόμεναι ἑνὶ πλάνης πνεύματι. ἀλλ’ ἐπειδὴ τὰ ῥήματα καὶ τὰ ὀνόματα τοῦ ὄφεως ἐνδιαλλάξαντες πολλὰς εἶναι κεφαλὰς τοῦ ὄφεως ἠθέλησαν, οὐδὲ οὕτως ἐνδεήσομεν διελέγξαι ὡς βούλονται.

Ἔστι γοῦν καὶ ἑτέρα τι; Περατική. ὧν πολλοῖς ἔτεσιν ἔλαθεν ἡ κατὰ Χριστοῦ δυσφημία· ὡν νῦν εἰς φανερὸν ἄγειν ἔδοξε τὰ ἀπόρρητα μυστήρια. οὗτοι φάσκουσι τὸν κόσμον εἶναι ἴνα, τριχῇ διῃρημένον.