Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τὰ μὲν ἀπ᾿ ἀλλήλων διαστήματα τῶν κύκλων καὶ τῶν σφαιρῶν βάθη τε ὑπὸ τοῦ Ἀρχιμήδους ἀποδίδοται. Τοῦ δὲ ζῳδικοῦ τὴν περίμετρον λαμβάνει σταδίων δευτέρων ἀριθμῶν δ καὶ μυρι δψλαὥστε’ συμβαίνειν τὴν ἐκ τοῦ κέντρου εὐθεῖαν ἄχρι τῆς ἐπιφανείας τῆς ἐσχάτης γῆς τὸ ἕκτον εἶναι τοῦ λεχθέντος ἀριθμοῦ, τὴν δὲ ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς, ἐφ’ ἧς βεβήκαμεν. ἄχρι τοῦ ζῳδιακοῦ, ἄρτι ῤηθέντος ἕκτον τοῦ ἀριθμοῦ, λεῖπον τέτρασι μυριάσι σταδίων, ὃ ἐκ τοῦ κέντρου - τῆς γῆς μέχρι τῆς ἐπιφανείας αὐτῆς. ἀπὸ τοῦ Κρόνου δὲ κύκλου ἐπὶ τὴν γῆς φησι τὸ διάστημα σταδίων δευτέρων ἀριθμῶν εἶναι μονάδας δύο καὶ μυρι βσξθ καὶ μονάδας βψια. ἀπὸ τοῦ δὲ τοῦ Διὸς κύκλου ἐπὶ γῆς σταδίων β ἀριθμῶν μονα ݲ καὶ μυρι σοβ καὶ μονάδας ݲ δ ἀπὸ δὲ τοῦ Πυρόεντος κύκλου ἐπὶ γῆν δευτέρων ἀριθμῶν μονα μίαν καὶ μυρι ݲ καὶ μονα ݲ ἀφ’ ἡλίου ἐπὶ γῆν δευτέρων ἀριθμῶν μονα μίαν καὶ μυρι ݲ καὶ μονάδας δυνδ. ἀπὸ δὲ τοῦ Στίλβοντος ἐπὶ τὴν γῆν μυρι ݲ μονάδας ησνθ, ἀπὸ δὲ Ἀφροδίτης ἐπὶ γῆς μυρι ݲ μονα ερξ.

Περὶ σελήνης δὲ ἐλέχθη τὸ πρότερον. τὰ μὲν οὖν ἀποστήματα κοὶ βάθη τῶν σφαιρῶν οὕτως Ἀρχιμήδης ἀποδίδωσιν, ἑτέρως δὲ ὑπὲρ αὐτῶν Ἱππάρχῳ εἴρηται καὶ ἑτέρως Ἀπολλωνίῳ τῷ μαθηματικῷ. ἡμῖν δὲ ἐξαρκεῖ τῇ Πλατωνικῇ δόξῃ ἑπομένοις διπλάσια μὲν καὶ τριπλάσια οἴεσθαι τῶν πλανωμένων τὰ ἀπ’ ἀλλήλων διαστήματα· σῴζεται γὰρ οὕτως ὁ λόγος τοῦ καθ’ ἁρμονίαν συγκεῖσθαι τὸ πᾶν ἐν λόγοις συμφώνοις κατὰ ταῦτα τὰ ἀποστήματα.

οἱ δ᾿ ἐκτεθέντες ὑπὸ Ἀρχιμήδους ἀριθμοὶ καὶ ὑπὸ τῶν ἄλλων περὶ τῶν ἀποστημάτων λεγόμενοι λόγοι εἰ μὴ ἐν συμφώνοις εἶεν λόγοις, τουτέστι τοῖς ὑπὸ Πλάτωνος εἰρημένοις διπλασίοις καὶ τριπλασίοις, ἔξω δὲ συμφωνιῶν εὑρισκόμενοι, οὐκ ἂν σῴζοιεν τὸ καθ’ ἁρμονίαν κατεσκευδευτέρων [*](3 ἀριθμῶν] s. Archimedes, Arenarius III — —22 Macrobius a. a. 0. ΙΙ 3, 13. 14: Et Archimedes quidem stadiorum numerum deprehendisBe se credidit, quibus a terrae superficie luna distaret (folgen die anderen Planeten) . . . . quae tarnen Arcbimedis dimensio a Platonicis repudiata est quasi dupla et tripla intervalla non servans. Er setzt eine archimedische Liste der Entfernungen, wie Hipp, sie hat, voraus) [*](2 τε Miller: δὲ V 4 κέντρου]. + τῆς γῆς Stern bei ö. 5 γῆς > Miller τὸν ö. τοῦ Ρ 6 ῥηθέντος ö.: ῥηθὲν Ρ 9 ἀριθμῶν εἶναι Miller: ἀριθμᾶσθαι Ρ μονὰς Ρ 10 μονὰς Ρ 11 Miller gibt falsch σοζ als Text von Ρ καὶ μονάδες Ρ 20 δόξα Ρ 22 οὖτος Ρ 23 ἀποστεμάτων, η über ε übergeschr. Ρ)

43
ἀσθαι τὸ πᾶν·

οὐ γὰρ πιθανὸν οὐδὲ δυνατὸν ἄλογά τε καὶ ἔξω συμφωνιῶν καὶ ἐναρμονίων λόγων εἶναι αὐτῶν τὰ ἀποστήματα, πλὴν ἴσως σελήνης μόνης ἐκ τῶν λείψεων καὶ τῆς σκιᾶς τῆς γῆς περὶ ἧς μόνης καὶ πιστεύσαι τις ἂν Ἀρχιμήδῃ ἀποστάσεως, τουτέστι τῆς σεληνιακῆς ἀπὸ γῆς· ταύτην δὲ λαβοῦσι ῥᾴδιον ἔσται κατὰ τὸ Πλατωνικὸν αὔξοντα κατὰ τὸ διπλάσιον καὶ τριπλάσιον, ὡς ἀξιοῖ Πλάτων, καὶ τὰ λοιπὰ ἀποστήματα ἀριθμῷ περιλαβεῖν.

εἰ δὴ κατὰ τὸν Ἀρχιμήδην ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς ἡ σελήνη ἀφέστηκε σταδίων μυρι φνδ σταδίους δρλ, ῥᾴδιον τούτους τοὺς ἀριθμοὺς αὔξοντας κατὰ τὸ διπλάσιον καὶ τριπλάσιον καὶ τὰ τῶν λοιπῶν εὑρεῖν διαστήματα, ὡς μιᾶς μοίρας λαμβανομένης τοῦ τῶν σταδίων ἀριθμοῦ οὓς ἡ σελήνη τῆς γῆς ἀφέστηκεν. ὅτι δὲ οἱ λοιποὶ ἀριθμοὶ οἱ ὑπ’ Ἀρχιμήδους περὶ τῆς ἀποστάσεως τῶν πλανωμένων λεγόμενοι οὐκ ἐν συμφώνοις λόγοις, ῥᾴδιον γνῶναι, πῶς ἔχουσι πρὸς ἀλλήλους καὶ ἐν τίσι λόγοις εἰσὶ κατανοήσαντας· μὴ εἶναι δὲ ἐν ἁρμονίᾳ ταῦτα τοῦ καθ’ ἁρμονίαν συνεστῶτος κόσμου ὄντα μέρη ἀδύνατον. τοῦ μὲν δὴ πρώτου ἀριθμοῦ ὃν ἀφέστηκεν ἡ σελήνη τῆς γῆς ὄντος μυρι ݲ μονάδων ݲ ὁ δεύτερος ἀριθμὸς ὃν ἀφέστηκεν ἥλιος τῆς σελήνης ὢν μυρι ݲ μονα βξε ἐν λόγῳ ἐστὶ πλείονι ἢ ἐννεαπλασίῳ. πρὸς δὲ τοῦτον ὁ ἀνωτέρω ἀριθμὸς ὢν μυρι ݲ μονα ݲ, ἐν λόγῳ ἐστὶ <ἐλάττονι ἡμίσει. πρὸς δὲ τοῦτον ὁ ἀνωτέρω ἀριθμὸς ὢν μυριάδων ݲ μονάδων, ζρξε ἐν λόγῳ ἐστὶ> πλείονι ἢ διπλασίῳ. πρὸς δὲ τοῦτον ἀνωτέρω ἀριθμὸς ὢν μυρι δνδ, μονάδων ݲ ἐν λόγῳ ἔσται ἐλάττονι ἢ ἐπιτετάρτῳ, πρὸς δὲ τοῦτον ὁ ἀνωτέρω ἀριθμὸς ὢν μυρι ݲ μονάδων ݲ ἐν λόγῳ ἐστὶ πλείονι ἢ ἡμίσει. πρὸς δὲ τοῦτον ὁ ἀνωτάτω ἀριθμὸς ὢν μυρι ݲ μονα Με ἐν λόγῳ ἐστὶ ἐλάττονι ἢ διπλασίω.