Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἰκανὸν οὖν λογίζομαι ἐξειπεῖν τὰ ὑπ’ αὐτῶν τερατολογούμενα. διὸ τοῖς ἐπιτόμοις χρησάμενος ὦν αὐτοὶ λέγουσιν, ἐπὶ τὰ ἕτερα τραπήσομαι. λέγουσι δὲ ταῦτα· κράτος ἔδωκεν ὁ δημιουργήσας τῇ ταὐτοῦ καὶ ὁμοίου περιφορᾷ· μίαν γὰρ αὐτὴν ἄσχιστον εἴασε, τὴν δὲ ἐντὸς σχίσας ἑξαχῆ ἐπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου <καὶ τριπλασίου> διάστασιν ἐκάστην, οὐσῶν ἐκατέρων τριῶν, κατὰ τὰ ἐναντία μὲν ἀλλήλοις προσέταξεν ἰέναι τοὺς κύκλους. τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέσσαρας ἀλλήλοις τε καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους.« κράτος μὲν δεδόσθαι τῇ

ταὐτοῦ φορᾷ φησιν, οὐ μόνον ἐπειδὴ περιέχει τὴν θατέρου φοράν, τουτέστι τοὺς πλανωμενους, ἀλλ’ ὅτι καὶ τοσοῦτον ἔχει κράτος, τουτέστι τοσαύτην δύναμιν, ὥστε καὶ τοὺς ἐπὶ τἀναντία, τοὺς πλανωμένους ἀπὸ δύσεως ἐπ’ ἀνατολὴν φερομένους αὐτοὺς τῇ

οἰκείᾳ ἰσχύϊ ὁμοίως καὶ ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ἑαυτῷ συμπεριάγειν. μίαν δὲ καὶ ἄσχιστον εἰᾶσθαί φησι ταύτην <τὴν> φοράν, πρῶτον μὲν πάντων τῶν ἀπλανῶν ἰσόχρονοι αἱ περιφοραὶ καὶ οὐ διῃρημέναι κατὰ πλείους καὶ ἐλάττους χρόνους, ἔπειτα ὅτι μίαν πάντες ἔχουσιν ἐπιφάνειαν τὴν τῆς ἐξωτάτω φορᾶς, οἱ δὲ πλανώμενοι καὶ εἰς [*](14-8. 45, 5 Quelle ein Timaios-Commentar (Poseidonios) — —20 Plato, Timaios 36 BC) [*](1 ücke ö. (nach ἐλπίδα Miller), s. Sext. § 105 καὶ ταῦτα οὐχ ἅπαξ, ἀλλ᾿ πολλάκις ἤτοι <τῆς> τοῦ κόσμου φθορᾶς, εἰρήκασιν ὥς τινες, μεσολαβούσης αὐτὴν πάντως γε τῆς κατὰ μέρος μεταβολῆς ἐξαφανιζούσης τὸ συνεχὲς τῆς ἱστορικῆς παραδόσεως οἶμαι παραλείπει παρ’ ἐλπίδα F παρέλιπε Diels) ’o. 2 #x003E; πλειόνων richtig Miller <ἣ> ἔδει Mutschmann 4 προκρίμεθα Ρ 13 ὧν Miller: ὡς 16 ἐξαχῆ Plato, vgl. S. 41, 2: ἐξαυτῆς Ρ 17 καὶ τριπλασίου Plato, vgl. S. 41, 7: > Ρ 19 ὁμοίως Plato: ὁμοίους Ρ 19f ἀνομοίοις Plato: ἀνομοίους 20 φερομένους Plato: φερομένων Ρ 23 τοῖς ἐπὶ Ρ τοὺς πλανωμένους We 25 συμπεριάγειν Gö.: συμπεριάγει Ρ 26 εἰ ἐᾶσθαι Ρ + τὴν Gö. 28 ἔχωσιν P)

41
χρόνους πλείονας καὶ διαφόρους τῶν κινήσεων καὶ εἰς ἀποστάσεις ἀπὸ γῆς ἀνίσους διῄρηνται·

τὴν δὲ θατέρου φησὶν ἐξαχῆ εἰς ἑπτὰ κύκλους ἐσχίσθαι, εἰκότως· ὁπόσαι γὰρ ἂν ὠσιν ἑκάστου αἱ τομαί, μονάδι πλείω τῶν τομῶν γίνεται τὰ τμήματα. οἷον ἐὰν μιᾷ τομῇ διαιρεθῇ, δύο ἔσται τμήματα, ἂν δυσί, τρία τμήματα· οὕτω δὴ κἂν ἐξαχῆ τι τμηθῇ, ἑπτά ἔσται τὰ τμήματα.