Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἀλλ᾿ ἐπεὶ προῃρήμεθα μηδὲν τῶν παρ’ ἔθνεσι δογμάτων καταλιπεῖν διὰ τὴν πολύφωνον τῶν αἱρέσεων πανουργίαν, ἴδωμεν τί λέγουσι καὶ οἱ περὶ μεγεθῶν τετολμηκότες, οἳ κατιδόντες τὴν τῶν πλειόνων ματαιρπονίαν, ἄλλου ἄλλως διαψευσαμένους καὶ εὐδοκιμήσαντος, μεῖζόν τι ἐτόλμησαν εἰπεῖν, ὅΠως ὑπὸ τῶν τὰ μικρὰ ψεύσματα μεγάλως δοξασάντων μειζόνως δοξασθῶσι.

οὑτοι κύκλους καὶ μέτρα τρίγωνά τε καὶ τετράγωνα διπλάσιά τε καὶ τριπλάσια ὑποτίθενται· πολὺς δὲ ὁ περὶ τούτου λόγος. ἀλλ’ οὐ πρὸς τὸ προκείμενον ἀναγκαῖος.

Ἰκανὸν οὖν λογίζομαι ἐξειπεῖν τὰ ὑπ’ αὐτῶν τερατολογούμενα. διὸ τοῖς ἐπιτόμοις χρησάμενος ὦν αὐτοὶ λέγουσιν, ἐπὶ τὰ ἕτερα τραπήσομαι. λέγουσι δὲ ταῦτα· κράτος ἔδωκεν ὁ δημιουργήσας τῇ ταὐτοῦ καὶ ὁμοίου περιφορᾷ· μίαν γὰρ αὐτὴν ἄσχιστον εἴασε, τὴν δὲ ἐντὸς σχίσας ἑξαχῆ ἐπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου <καὶ τριπλασίου> διάστασιν ἐκάστην, οὐσῶν ἐκατέρων τριῶν, κατὰ τὰ ἐναντία μὲν ἀλλήλοις προσέταξεν ἰέναι τοὺς κύκλους. τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέσσαρας ἀλλήλοις τε καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους.« κράτος μὲν δεδόσθαι τῇ