Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

γεγόνασιν οὖν οἱ πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ του] γένους τέσσαρες ἀριθμὸς δὲ ἦν τὸ γένος ἀόριστος), ἀφ᾿ ὧν ὁ τέλειος αὐτοῖς ἀριθμὸς συνέστηκεν, ἡ δεκάς· τὸ γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὡς προαποδέδεικται, ἐὰν ἐκάστῳ τῶν ἀριθμῶν φυλάττηται κατ’ οὐσίαν ὄνομα τὸ οἰκεῖον.

αὕτη ἐστὶν ἡ κατὰ Πυθαγόραν ἱερὰ τετρακτὺς ἀεννάου φύσεως ῥιζώματ’ ἔχουσα ἐν ἑαυτῇ, τουτέστι τοὺς ἄλλους πάντας ἀριθμούς· ὁ γὰρ ἕνδεκα καὶ δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τῆς γενέσεως ἀπὸ τῶν δέκα λαμβάνουσι. ταύτης τῆς δεκάδος, τοῦ τελείου ἀριθμοῦ, τὰ τέσσαρα καλεῖται μέρη· ἀριθμός, μονάς, δύναμις, κύβος.

οἷς ἐπιπλοκαὶ καὶ μίξεις πρὸς γένεσιν αὐ)ξήσεως γίνονται, κατὰ φύσιν τὸν γόνιμον ἀριθμὸν ἐπιτελοῦσαι· ὅταν γὰρ δύναμις αὐτὴ ἐφ᾿ ἑαυτὴν κυβισθήσεται, γέγονε δυναμοδύναμις· ὅταν δὲ δύναμις ἐπὶ κύβον, γέγονε δυναμόκυβος· ὅταν δὲ κύβος ἐπὶ κύβον, γέγονε κυβόκυβος· ὡς γίνεσθαι τοὺς π·άντας ἀριθμοὺς ἑπτά, ἵνα ἡ τῶν γινομένων μένων γένηται ἐξ ἑβδομάδος, ἥτις ἐστίν· ἀριθμός, μονάς, δύναμις, κύβος, δυναμοδύναμις, δυναμοκυβος,

κυβόκυβος ταύτην τὴν ἑβδομάδα Σίμων καὶ Οὐαλεντῖνος ὀνόμασιν ἐνδιαλλάξαντες ἐτερατολόγησαν, ὑπόθεσιν ἑαυτοῖς ἐντεῦθεν σχεδιάσαντες. ὁ μὲν γὰρ Σίμων οὕτως καλεῖ· νοῦς, ἐπίνοια, ὄνομα, φωνή, λογισμός, ἐνθύμησις, ὁ ἑστώς, στάς, [*](3 vgl. VI 14, 6. 17, 6 — 5 —30 = S. 5, 19 —6, 21 (mit Η im Apparat bezeichnet) — 19 vgl. zu S. 6, 10 — 32 vgl. VI 12, 2) [*](4 κατακολουθοῦν Ρ 7 ἔχον Cruice 10 ἡ δυάς zweimal Ρ 12 ἄρσις Ρ 15 γένους Η ö.: τοῦ γένους Ρ 19 ὀνόματος οἰκεῖον Ρ (doch s. Η) 20 ἀενάου Miller 21 ὁ γὰρ Η ö.: τὸ γὰρ Ρ 24 γένεσιν Η ö.: ἕνωσιν Ρ 25 αὕτη Ρ 26 κυβισθῇ Η 27 | κυβόκυβος H: δυναμόκυβος Ρ 28 f γινομένων H We.: γενομένων Ρ 31 <μόνον> διαλλάξαντες We., vgl. S. 74, 84)

76
στησόμενος, καὶ Οὐαλεντῖνος· νοῦς, ἀλήθεια, λόγος, ζωή, ανθρωπος, ἐκκλησία καὶ ὁ πατὴρ συναριθμούμενος, κατὰ ταὐτὰ τοῖς τὴν ἀριθμητικὴν ἠσκηκόσι φιλοσοφίαν, <ἣν> ὡς ἄγνωστον <τοῖς> <καὶ> κατακολουθήσαντες τὰς ὑπ’ αὐτῶν αἱρέσεις συνεστήσαντο.

τινὲς μὲν οὐν καὶ ἀπὸ ἰατρικῆς συνιστᾶν τὰς ἑβδομάδας πειρῶνται, ἐκπλαγέντες ἐπὶ τῇ τοῦ ἐγκεφάλου ἀνατομῇ, λέγοντες τὴν τοῦ παντὸς οὐσίαν καὶ δύναμιν καὶ πατρικὴν θειότητα ἀπὸ τῆς τοῦ ἐγκεφάλου διαθέσεως διδάσκεσθαι.

ὁ γὰρ ἐγκέφαλος κύριον μέρος ὦν τοῦ παντὸς σώματος ἐπίκειται ἀτρεμὴς καὶ ἀκίνητος, ἐντὸς ἑαυτοῦ ἔχων τὸ πνεῦμα. ἔστι μὲν οὖν ἡ τοιαύτη ἱστορία οὐκ ἀπίθανος, μακρὰν δὲ τῆς τούτων ἐπιχειρήσεως. ὁ μὲν γὰρ ἐγκέφαλος f. 26r ἀνατμηθεὶς ἔνδον ἔχει τὸ καλούμενον καμάριον, | οὗ ἑκατέρωθεν ὑμένες εἰσὶ λεπτοί, οὓς πτερύγια προσαγορεύουσιν, ἠρέμα ὑπὸ τοῦ πνεύματος κινούμενα καὶ πάλιν ἀπελαύνοντα τὸ πνεῦμα ἐπὶ τὴν παρευκεφαλίδα·

ὃ διατρέχον διά τινος ἀγγείου καλάμῳ ἐοικότος ἐπὶ τὸ κωνάριον χωρεῖ ᾧ πρόσκειται τὸ στόμ·ιον τῆς παρεγκεφαλίδος ἐκδεχόμενον τὸ διατρέχον πνεῦμα καὶ ἀναδιδὸν ἐπὶ τὸν νωτιαῖον λεγόμενον μυελόν, ὅθεν πᾶν τὸ σῶμα μεταλαμβάνει τὸ πνευματικὸν πασῶν τῶν ἀρτηριῶν δίκην κλάδου ἐκ τούτου τοῦ ἀγείου ἠρτημένων, οὗ τὸ πέρας ἐπὶ τὰ γεννητικὰ ἀγγεῖα τερματίζεται· ὅθεν καὶ τὰ σπέρματα ἐξ ἐγκεφάλου διὰ τῆς ὀσφύος χωροῦντα ἐκκρίνεται.