Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἀλλ᾿ ἐπεὶ σχεδὸν πᾶσα αἵρεσις διὰ τῆς ἀριθμητικῆς τέχνης ἐφεῦρεν ἑβδομάδων μέτρα καὶ αἰώνων τινὰς προβολάς, ἄλλων ἄλλως τὴν τέχνην διασπώντων καὶ τοῖς ὀνόμασι μόνον διαλλασσόντων — τούτων δὲ αὐτοῖς διδάσκαλος γίνεται Πυθαγόρας, πρῶτος εἰς Ἕλληνας ἀπ’ Αἰγύπτου τοὺς τοιούτους ἀριθμοὺς παραδούς —, δοκεῖ μηδὲ τοῦτο παραλιπεῖν, ἀλλὰ διὰ συντόμου δείξαντας ἐπὶ τὴν τῶν ζητουμένων ἀπόδειξιν χωρῆσαι.

γεγόνασιν ἀριθμητι<κοὶ> καὶ οἷς μάλιστα τὰς ἀρχὰς παρεσχηκέναι δοκεῖ πρῶτος Πυθαγόρας· καὶ οὐτοι τῶν ἀριθμῶν εἰς ἄπειρον ἀεὶ προχωρεῖν δυναμένων τῷ πολυπλασιασμῷ καὶ τοῖς σχήμασι τὰς πρώτας ἔλαβον ἀρχὰς οἱονεὶ θεωρητὰς μόνῳ τῷ λόγῳ. γεωμετρίας γάρ, ὥς ἐστιν ἐνιδεῖν, σημεῖόν ἐστιν ἀρχὴ ἀμερές, ἀπ’ ἐκείνου δὲ τοῦ σημείου τῇ τέχνῃ ἡ τῶν ἀπείρων σχημάτων ἀπὸ τοῦ σημείου γένεσις εὑρίσκεται.