Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἐντεῦθεν, φασίν, ὁ Ἄρατος περὶ τὴς τοῦ Κυνὸς ἀνατολῆς λέγων εἴρηκεν οὕτως· Κυνὸς δὲ ἀνατείλαντος οὐκέτι φυταλιαὶ ἐψεύσαντο. τοῦτο ἔστιν ὃ λέγει· τὰ φυτευόμενα φυτὰ εἰς τὴν γῆν μέχρι τῆς τοῦ Κυνὸς ἀνατολῆς πολλάκις μὴ ῥιζοβολήσαντα ὅμως τέθληε φύλλοις, καὶ ἐνδείκνυται τοῖς βλέπουσιν ὅτι ἔσται τελεσφόρα καὶ φαίνεται ζῶντα, οὐκ ἔχοντα ζωὴν ἀπὸ τῆς ῥίζης ἐν αὐτοῖς·

ἐπειδὰν δ᾿ ἡ τοῦ Κυνὸς ἀνατολὴ γένηται, ὑπὸ τοῦ Κυνὸς τὰ ζῶντα ἀπὸ τῶν νεκρῶν διακρίνεται· μαραίνεται γὰρ ὄντως ὅσα οὐκ ἐρριζοβόλησεν. οὑτος οὐν, φησίν, ὁ Κύων, λόγος τις ὢν θεῖος, ζώντων καὶ νεκρῶν [*](2f Comm. in Aratum 348, 5. 6 Ἑλίκην παρὰ τὰς ἕλικας καὶ συστροφὰς αὐτῆς; 349, 5 Κυνόσουρα) ἐλάττονι στροφῇ χρῆται — 6 Eph. 4, 24? — 6. 13 Matth. 7, 14 — 8 Arat V. 39, vgl. 44 —12 Herodot I 1 — 20 —26 Arat V. 332 οὐκέτι κεῖνον ἅμ ἠελίῳ ἀνιόντα φυταλιαὶ ψεύδονται ἀναλδέα φυλλιόωσαι· ῥεῖα γὰρ οὖν ἔκριν διὰ στίχας ὀξὺς ἀίξας, καὶ τὰ μὲν ἔρρωσεν τῶν δὲ φλόον ὤλεσε πάντα 24 Mark. 4, 17 mit Par. (Joh. 6, 53?) — 27. 73, 1 Act. 10, 42) [*](4 <ἡ> τῆς Cruice, wohl richtig ἐπεὶ Ρ 7 στενοὶ δὲ Ρ 10 Ἕλληνας 11 κατοικήσαντας als Lesart von Ρ irrig Miller 12 Ἡροδότων Ρ 14 ἡ > 15 κυνὸς ö. κτίσις Ρ οὖσα <οὐρά> Cruice 18 κυῶν? We. 20 φυλαίται τι wohl Rasur 1 Letter) Ρ 25 δ᾿ Ἡ Miller: δὲ Ρ 26 ὄντο,ς] πάντως Cruice)

73
κριτὴς καθέστηκε, <καὶ> καθάπερ τῶν φυτῶν ὁ Κύων τὸ ἐπὶ τῆς κτίσεως θεωρεῖται, οὕτως ἐπὶ τῶν οὐρανίων φυτῶν, φησί, τῶν ἀνθρώπων, ὁ λόγος.

διὰ τὴν τοιαύτην οὖν αἰτίαν ἡ δευτέρα κτίσις, Κυνόσουρα, λογικῆς κτίσεως εἰκὼν ἕστηκεν ἐν οὐρανῷ μέσος δὲ ὁ Δράκων τῶν δύο κτίσεων ὑποτείνεται, τὰ ἀπὸ τῆς μεγάλης κτίσεως κωλύων ἐπὶ τὴν μικρὰν κτίσιν μετελθεῖν, τά τε ἐν τῇ κτίσει καθεστηκότα, καθάπερ τὸν Ἐν γόνασι, παραφυλάσσων, τηρῶν πῶς καὶ τίνα τρόπον ἕκαστον ἐν τῇ μικρᾷ κτίσει καθέστηκε.

τηρεῖται δὲ καὶ αὐτὸς κατὰ τὴν κεφαλήν, φησίν, ὑπὸ τοῦ Ὀφιούχου. αὕτη, φησίν, εἰκὼν ἕστηκεν ἐν οὐρανῷ, σοφία τις οὐσα τοῖς ἰδεῖν δυναμένοις. εἰ δέ ἐστιν ἀσαφὲςε κατὰ τοῦτο, δι’ ἄλλης εἰκόνος, φησίν, ἡ κτίσις διδάσκει φιλοσοφεῖν, περὶ ἡς ὁ Ἄρατος εἴρηκεν οὕτως·

  • οὐδ᾿ ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο.
  • Ὀ Κηφεύς, φησίν, αὐτοῦ ἐστι πλησίον καὶ ἡ Κασσιέπεια καὶ Ἀνδρομένδα καὶ ὁ Περσεύς, μεγάλα τῆς κτίσεως γράμματα τοῖς ἰδεῖν δυναμένοις. Κηφέα γάρ φησιν εἶναι τὸν Ἀδάμ, τὴν Κασσιέπειαν Εὔαν, τὴν Ἀνδρομέδαν τὴν ἀμφοτέρων τούτων ψυχήν, τὸν Περσέα Λόγον, πτερωτὸν Διὸς ἔγγονον, τὸ Κῆτος τὸ ἐπίβουλον θηρίον.

    οὐκ ἐπ᾿ ἄλλον τινὰ τούτων, ἀλλ᾿ ἐπὶ μόνην τὴν Ἀνδρομέδαν ἔρχεται ὁ ἀποκτείνας τὸ θηρίον, οὗ καὶ τὴν Ἀνδρομέδαν πρὸς ἑαυτὸν λαβὼν ἔκδοτον δεδεμένην τῷ θηρίῳ ὁ λόγος, φησίν, ὁ Περσεὺς ῥύεται. Περσεὺς δέ ἐστιν ὁ ὑπόπτερος ἄζων, ὁ περαίνων ἑκατέρους τοὺς πόλους διὰ μέσης τῆς γῆς καὶ στρέφων τὸν κόσμον.

    ἔστι δὲ καὶ τὸ πνεῦμα τὸ ἐν τῷ κόσμῳ ὁ ὄρνις ὁ Κύκνος παρὰ τὰς ἄρκτους, μουσικὸν ζῷον, τοῦ θείου σύμβολον πνεύματος, ὅτι πρὸς αὐτοῖς ἤδη τοῖς τέρμασι γενόμενον τοῦ βίου μόνον ᾄδειν πέφυκε, μετὰ ἀγαθῆς ἐλπίδος τῆς κτίσεως τῆς πονηρᾶς ἀπαλλασσόμενον, ὕμνους ἀναπέμπον τῷ θεῷ.

    καρκίνοι δὲ καὶ ταῦροι καὶ λέοντες καὶ κριοὶ καὶ αἶγες καὶ ἔριφοι καὶ ὅσα ἄλλα θηρία διὰ τῶν ἄστρων ὀνομάζεται κατὰ τὸν [*](13 Arat V. 179 — 24 Arat V. 273 ff; Comm. in Aratum 394, 20 — Schwanengesang, s. üllenhoff, Deutsche Altertumskunde II 1ff) [*](1 + καὶ Miller τῶν φυτῶν ö.: τὸ (oder τὲ?) φυτὸν Ρ, τῶν <ἐπιγείων> φυτῶν? We. 6 <μεγάλῃ> κτίσει Cruice 7 παραφυλάσσειν Ρ, verb. #x003E; τηρῶν Cruize 10 <κτίσεως> εἰκὼν? Cruice τοῖς] τοῦ Ρ, vgl. Ζ. 11 ἐστιν] ἔστι τι? We. κατὰ] καὶ Cruice, > We. 13 Ἰασίδαο Arat: εἰς ἀΐδαο 14 κασιέπεια Ρ 15 <ἡ> Ἀνδρομέδα Cruice 16 κασιέπειαν F 17 τὴν ö.: τῶν ἀμφ. Ρ 19 τούτου Ρ 20 οὗ > We. Ἀνδρομέδαν] + ὠς, getilgt Ρ 25 σύμβουλον Ρ 26 σπέρμασι Ρ 27 ἀναπέμπων Ρ)

    74
    οὐρανόν, εἰκόνες δή, φησίν, εἰσὶ καὶ παραδείγματα, ἀφ’ ὧν ἡ μεταβλητὴ κτίσις λαμβάνουσα τὰς ἰδέας τοιούτων ζῴων γίνεται πλήρης.

    Τούτοις χρώμενοι τοῖς λόγοις ἀπατᾶν νομίζουσι πολλούς, ὅσοι περιεργότερον τοῖς ἀστρολόγοις προσέχουσιν, ἐντεῦθεν τὴν θεοσέβειαν συνιστᾶν πειρώμενοι μακρὰν ἀπεμφαίνουσαν τῆς τούτων ὑπολήψεως. λήψεως. διό, ἀγαπητοί, φύγωμεν τὸ μικροθαύμαστον τοῦ ὄρνιθος τοῦ ὤτου· ταῦτα γὰρ καὶ τὰ τοιάδε ὄρχησίς ἐστι καὶ οὐκ ἀλήθεια.

    οὐδὲ γὰρ τὰ ἄστρα ταῦτα δηλοῖ, ἀλλὰ ἰδίως οἱ ἄνθρωποι πρὸς ἐπισημείωσίν τινων ἄστρων ὀνόματα οὕτως ἐπεκάλεσαν, ἴνα αὐτοῖς ἐπίσημα ᾖ. τί γὰρ ἄρκτου ἢ λέοντος ἢ ἐρίφων ἢ ὑδροχόου ἢ Κηφέως ἢ Ἀνδρομέδας ἢ τῶν ἐν Ἅιδου ὀνομαζομένων εἰδώλων ὅμοιον ἔχουσιν ἀστέρες διεσπαρμένοι κατὰ τὸν οὐρανόν, πολὺ μεταγενεστέρων γεγενημένων τούτων τῶν ἀνθρώπων καὶ τῶν ὀνομάτων ἢ τῶν ἄστρων συνέστηκε γέννησις, ἵνα καὶ οἱ αἱρετικοὶ καταπλαγέντες τὸ θαῦμα οὕτως ἐξεργάσωνται διὰ τοιῶνδε λόγων τὰ ἴδια δόγματα συνιστᾶν;

    Ἀλλ᾿ ἐπεὶ σχεδὸν πᾶσα αἵρεσις διὰ τῆς ἀριθμητικῆς τέχνης ἐφεῦρεν ἑβδομάδων μέτρα καὶ αἰώνων τινὰς προβολάς, ἄλλων ἄλλως τὴν τέχνην διασπώντων καὶ τοῖς ὀνόμασι μόνον διαλλασσόντων — τούτων δὲ αὐτοῖς διδάσκαλος γίνεται Πυθαγόρας, πρῶτος εἰς Ἕλληνας ἀπ’ Αἰγύπτου τοὺς τοιούτους ἀριθμοὺς παραδούς —, δοκεῖ μηδὲ τοῦτο παραλιπεῖν, ἀλλὰ διὰ συντόμου δείξαντας ἐπὶ τὴν τῶν ζητουμένων ἀπόδειξιν χωρῆσαι.

    γεγόνασιν ἀριθμητι<κοὶ> καὶ οἷς μάλιστα τὰς ἀρχὰς παρεσχηκέναι δοκεῖ πρῶτος Πυθαγόρας· καὶ οὐτοι τῶν ἀριθμῶν εἰς ἄπειρον ἀεὶ προχωρεῖν δυναμένων τῷ πολυπλασιασμῷ καὶ τοῖς σχήμασι τὰς πρώτας ἔλαβον ἀρχὰς οἱονεὶ θεωρητὰς μόνῳ τῷ λόγῳ. γεωμετρίας γάρ, ὥς ἐστιν ἐνιδεῖν, σημεῖόν ἐστιν ἀρχὴ ἀμερές, ἀπ’ ἐκείνου δὲ τοῦ σημείου τῇ τέχνῃ ἡ τῶν ἀπείρων σχημάτων ἀπὸ τοῦ σημείου γένεσις εὑρίσκεται.

    ῥυὲν τὸ σημεῖον ἐπὶ μῆκος γίνεται γραμμὴ μετὰ τὴν ῥύσιν, πέρας ἔχουσα σημεῖον, γραμμὴ δὲ ἐπὶ πλάτος ῥυεῖσα ἐπίπεδον γεννᾷ, πέρατα δὲ τοῦ ἐπιπέδου γραμμαί, ἐπί- [*](7—9 S. zu S. 53, 23 — 11 über die der sphaera barbarica örigen s. Fr. Boll, ära S. 246 ff. 388 — 26-S. 75,1 vgl. z. B. Sext. Adv. math. III 19—21. VII 99. 100. IX 380f; Philo De opif. § 49 Cohn, De decal. § (De opif. mundi ed. Cohn, Vratislaviae 1889 S. 73f)) [*](1 δή ö.: δέ Ρ, > Miller 4 πρτιρτηςουρτοι falsch als Text von Ρ 7 οὐδὲν ö. 8 τὰ > ö. ümlich) 9 ἐπισημανῆ Ρ, verb. Miller 12 Ρ 13 ἢ <ἡ> Cruice (zweifelhaft, ob ἢ oder ἡ in P), wohl ἄστρων Cruice: ἀνθρώπων Ρ 14 γένεσις Cruice 15 συνιστᾶν < > ? vorher πειρῶνται vgl. S. 76, 5. 6 17 ἀλληνάλλως Ρ 18 διαλασσόνων Ρ 22 ἀριθμητικαὶ γεωμετρίαι Ρ, verb. Miller 24 οὗτοι Miller: τούτων Ρ)

    75
    πεδον δὲ ῥυὲν εἰς βάθος γίνεται σῶμα· στερεοῦ δὲ ὑπάρξαντος, οὕτως ἐξ ἐλαχίστου σημείου παντελῶς ἡ τοῦ μεγάλου σώματος ὑπέστη φύσις, καὶ τοῦτό ἐστιν ὃ λέγει Σίμων οὕτως· τὸ μικρὸν μέγα ἔσται, οἱονεὶ σημεῖον μεῖον ὄν, τὸ δὲ μέγα ἀπέραντον, κατακολουθῶν τῷ γεωμετρουμένῳ σημείῳ.