Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

»ἐμπεριπατήσας τὴν ὑπ᾿ οὐρανὸν καὶ περιελθών‘, τοῦτ’ ἔστι περιστραφεὶς καὶ περισκοπήσας τὰ γινόμενα· τετάχθαι γὰρ νομίζουσι κατὰ τὸν ἀρκτικὸν πόλον τὸν Δράκοντα, τὸν ὄφιν, ἀπὸ τοῦ ὑψηλοτάτου πόλου πάντα ἐπιβλέποντα καὶ πάντα ἐφορῶντα, ἵνα μηδὲν τῶν πραττομένων αὐτὸν λάθῃ·

πάντων γὰρ δυνόντων τῶν κατὰ τὸν οὐρανὸν ἀστέρων μόνος οὑτος ὁ πόλος οὐδέποτε δύνει, ἀλλὰ ἄνω ὑπὲρ τὸν ὁρίζοντα ἐρχόμενος πάντα περισκοπεῖ καὶ ἐπιβλέπει καὶ λαθεῖν αὐτὸν τῶν πραττομένων, φησί, δύναται οὐδέν.

  • ἧχι μάλιστα
  • μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσι,
  • τετάχθαι δή φησιν αὐτοῦ τὴν κεφαλήν.

    κατὰ γὰρ τὴν δύσιν καὶ ἀνατολὴν τῶν δύο ἡμισφαιρίων κεῖται τὸ κεφάλαιον τοῦ Δράκοντος, ἴνα, φησί, μηδὲν αὐτὸν λάθῃ κατὰ τὸ αὐτὸ μήτε τῶν ἐν τῇ δύσει μήτε τῶν ἐν τῇ ἀνατολῇ, ἀλλὰ πάντα γινώσκῃ τὸ θηρίον ὁμοῦ. [*](7–9 vgl. V 8, 34 — 9f Arat V. τὰς δὲ δι’ ἀμφοτέρας οἵη ποταμοῖο ἀπορρώξ εἰλεῖται, μέγα θαῦμα, Δράκων . . . . — 12 lob 1, 7 περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν πάρειμι — 20 Arat V. 61. 62 γείνου που κεφαλὴ τῇ νίσσεται, ἧχί περ ἄκραι κτλ.) [*](1 ἄλυδις Ρ 4 μετανείσεται, verb. in μετανίσσεται Ρ 5 αἱ ἐνάρηρεν Ρ 6 αὐτὸς (nicht αὐτὸν) Ρ 7 φασὶν Ρ 8 <ἀπὸ> δύσεως Miller 11 τὸν We.: τὸν Ρ, θεὸν Gö. 11f διάβολος Gö.: διάβολον ὡς Ρ, <ὁ> 17 κατὰ τῶν οὐρανῶν V 20 ἧχί περ ἄκραι Arat 21 σμίγονται Ρ δύσεις Ρ ἀλλήλοισι Ρ 22 δὴ Gö.: δὲ P, τῇδε Miller 24 κατὰ τοῦτο Diels 25 νώσκει Ρ)

    70
    ἔστι δὲ κατ’ αὐτῆς τῆς κεφαλῆς τοῦ Δράκοντος ἰδέα ἀνθρώπου διὰ ἄστρων θεωρουμένη, ὃ καλεῖ κεκμηκὸς εἴδωλον« ὁ Ἄρατος καὶ »μογέοντι ἐοικός‘· καλεῖται δὲ ὁ Ἐν γόνασιν.