Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἔτι δὲ καὶ τοῦτο λέγουσιν ὡσεὶ † τὸ θεὸς ψηφίσας καὶ μὴν εἰς πεντάδα εἰς ἐννάδα] καταντᾷ· ὅ ἐστιν <ἀν>άρτιον, ὃ ἐπιγραφὲν περιάψαντες οὑτωσὶ καὶ βοτάνη τις εἰς τοῦτο λήγουσα τοῦ ἀριθμοῦ ὁμοίως περιαφθεῖσα ἐνεργεῖ διὰ τὴν ὁμοίαν τοῦ ἀριθμοῦ ψῆφον.

ἀλλὰ καὶ ἰατρὸς ὁμοίᾳ ψήφῳ ἀρρώστους θεραπεύει· εἰ δὲ ἐ·ναντία ἡ ψῆφος, οὐ θεραπεύει ῥᾳδίως. τούτοις τοῖς ἀριθμοῖς προσέχοντες ὅσα ὅμοια ᾖ λογίζονται κατὰ τόνδε τὸν νοῦν, οἱ μὲν κατὰ φωνήεντα μόνα, οἱ δὲ κατὰ πάντα τὸν ἀριθμόν τοιαύτη καὶ ἡ Αἰγυπτίων σοφία, δι᾿ ἧς τὸ θεῖον δοξάζοντες γινώσκειν νομίζουσιν.