Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
τοῦτο δὲ συνέβη τοῖς τοῦ κόσμου σοφοῖς, ὅπερ [*](5 δηγησάμεθα] S. 55, 27ff — 27ff 8. z. Β. Philo De decalogo § 53ff Cohn) [*](1 λαλοῦν Ρ 2 τρόπω αὐτὸ μὲν rot in die freigelassene Lücke geschrieben ἐπίπλοος Ρ ἐπιπλέον βώλου Cruize + δὲ Miller 3 ἀνατετριμμένῃ Cruize 4 φασὶ F 7—10 ὃ ἐπὰν — νομίζεται mit gleicher Tinte a. Rande 8 θέλει Ρ 12 ἀξιοπίστων Ρ 16 ἐγεννήθημεν Ρ τρόπον V, verb. Gö. 19 καὶ > Miller 20 ἐνομίζετο Gö.: νομίζει Ρ 22 ὡς > Miller: ἐπὶ Ρ 23 ἴσως Miller: οἴσεις Ρ 27 ὅρα τὴν διάφορον δόξαν τῶν περὶ θεοῦ a. Rande Ρ 29 ἐλάττω Ρ)
οἱ δὲ ἐνδοτέρω τῆς ἀληθείας νομίσαντες γεγονέναι Πέρσαι ἔφασαν τὸν θεὸν εἶναι φωτεινόν, φῶς ἐν ἀέρι συνεχόμενον. οἱ δὲ Βαβυλώνιοι ἔφασαν τὸν θεὸν σκοτεινὸν εἶναι, ὅπερ καὶ αὐτὸ τοῦ ἑτέρου ἐπακολούθημα φαίνεται·
νυκτὶ γὰρ ἐπακολουθεῖ ἠμέρα, τῇ δὲ ἡμέρᾳ νύξ. Αἰγύπτιοι δὲ πάντων ἀρχαιότεροι εἶναι νομίζοντες τὴν τοῦ θεοῦ δύναμιν ψηφίσαντες σαντες τά τε διαστήματα τῶν μοιρῶν ἐξ ἐπιπνοίας θειοτάτης ἔφασαν τὸν θεὸν εἶναι μονάδα ἀδιαίρετον καὶ αὐτὴν ἑαυτὴν γεννῶσαν, καὶ ἐξ αὐτῆς τὰ πάντα κατεσκευάσθαι·