Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

  • νερτερίη χθονίη τε καὶ οὐρανίη μολὲ Βομβώ,
  • εἰνοδίη, τριοδῖτι, φαεσφόρε, νυκτεροφοῖτι,
  • ἐχθρὴ μὲν φωτός, νυκτὸς δὲ φίλη καὶ ἑταίρη.
  • χαίρουσα σκυλάκων ὑλακῇ τε καὶ αἵματι φοινῷ
  • ἀν νέκυας στείχουσα κατ᾿ ἠρία τεθνηώτων,
  • αἵματος ἱμείρουσα, φόβον θνητοῖσι φέρουσα,
  • Γοργὼ καὶ Μορμὼ καὶ Μήνη καὶ πολύμορφε,
  • ἔλθοις εὐάντητος ἐφ’ ἡμετέρῃσι θυηλαῖς.
  • Ταῦτ᾿ εἰπόντος αὐτοῦ πῦρ δι’ ἀέρος βλέπεται φερόμενον, οἱ δὲ φρίξαντες τὸ παράδοξον τῆς θέας καλύψαντες τοὺς ὀφθαλμοὺς ἐπὶ γῆς ῥιπτοῦνται ἄναυδοι. τὸ δὲ τῆς τέχνης μέγεθος τοῦτον ἔχει τὸν τρόπον· ὁ συμπαίκτης, ὃν ἔφην κεκρυμμένον, ἡνίκα ἀκούσῃ παυσαμένης τῆς ἐπαοιδῆς, ἔχων ἰκτῖν’ ἢ γῦπα περιειλημμένον στυπείῳ ἀνάψας ἀπολύει.

    ὁ δὲ ὑπὸ τῆς φλογὸς ταρασσόμενος εἰς ὕψος ἐπαίρεται καὶ ὀξυτέραν τὴν πτῆσιν ποιεῖται· ὃ ἰδόντες οἱ μάταιοι ὥς τι θεῖον ἑωρακότες κρύπτονται. τὸ δὲ πτηνὸν περιδινούμενον ὑπὸ τοῦ πυρὸς οὑ ἂν φθάσῃ καταφέρεται· καὶ ποτὲ μὲν οἰκίας καταφλέγει, ποτὲ δὲ καὶ αὐλάς. τοιαύτη ἡ μάγων πρόγνωσις.

    Σελήνην δὲ ἐν ὀρόφῳ φαίνεσθαι δεικνύουσι καὶ ἀστέρας τοῦτον τὸν τρόπον· ἐν μέσῳ τῆς ὀροφῆς μέρει προσαρμόσας κάτοπτρον, τιθεὶς λεκάνην ὕδατος μεστὴν ἐν τῷ μέσῳ τῆς γῆς κατ’ ἴσον, λύχνον δὲ μέσον φαίνοντα ἀμαυρὸν μετεωρότερον τῆς λεκάνης θείς, οὕτως ἐκ τῆς ἀντανακλάσεως ἀποτελεῖ σελήνην φαίνεσθαι διὰ τοῦ κατόπτρου.