Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

σκότος δὲ ἐν οἴκῳ ποιήσας ἐπεισάγειν φάσκει θεοὺς ἢ δαίμονας, καὶ εἴ πῃ ἄπαιτῇς Ἀσκληπιὸν δεικνύναι, ἐπικαλεῖται οὕτως λέγων· [*](f. 15r)

  • Ζῆνα πάλαι φθίμενον | πάϊν ἄμβροτον Ἀπόλλωνος
  • κικλήσκω λοιβαῖσι μολεῖν ἐπίκουρον ἐμαῖσιν·
  • ὅς ποτε καὶ νεκύων ἀμενηνῶν μυρία φῦλα
  • Ταρτάρου εὐρώεντος ἐικλαύστοισι μελάθροις
  • [*](22 ff das Gedicht u. a. behandelt von Ga. S. 54 tf, der einen Apparat mit allen modernen Conjecturen gibt; Ζ. 22 denkt er an Gleichsetzung des Asklepios mit Zeus) [*](1 γλυκέος Diels: γλυκέων Ρ 3 μάννην Diels: μαννῆ Ρ 4 ξέοντι Ρ 5 τι προσλάβοι Meineke, Ζ. für Altertumswise. Χ 375: τινὸς λάβοι Ρ, τι Cruize, viell. richtig 6 am Rande περὶ βροντῆς Ρ 8 ἐλάσμασι Miller: θλάσμασι Ρ ἀποτελοῦσι üler 11 δινουμένη ö. 12 αὐτὰ οἱ Roeper: οἱ αὐτὰ οἱ Ρ, αὐτοὶ οἱ Miller 14 ἀλλὰ — 15 καίονται rot am Rande Ρ 15 ἄλλος Miller 16 πυρρὰν Ρ 18 πολλοὺς zweimal Ρ 20 εἴ πῃ ö.: εἰπεῖν Ρ ἀπαίτης Ρ: ἀπαιτεῖ τις ö. 22 ζῆνα Ρ: ζῆν τὸ? Diels, υἷα Miller πάϊν Ρ: πάλιν falsch als Text Ρ Miller ἄμβροτον Miller: μ’ ἄβροτον Ρ Ἀπόλλωνος rot eingefügt Ρ 23 κικλήσκω λοιβαῖσι μολεῖν Roeper: κικλήσκοιο βαισιμολεῖν 24 φύλλα Ρ 25 εὐρόεντος Ρ, ἠερόεντος? Ga. ἀειλαύτοισι (oder ἐνὶ κλαυτοῖσι) Meineke, Ζ. für Altertumswiss. Χ 375 ἀεικλαύστοισι Roeper): ἀεικαύστοισι)
    59
  • δύσνοστον πλώοντα ῥόον κέλαδόν τε ἀδιαύλου
  • <Κωκυτοῦ> πάντεσσιν ἴσον τέλος ἀνδράσι
  • λίμνῃ πὰρ γοόωντα καὶ ἄλλιτα κωκύοντα
  • αὐτὸς ἀμειδήτοιο ἐρύσαο Φερσεφονείης·
  • εἴτ᾿ ἐφέπεις Τρίκης ἱερῆς ἕδος, εἴτ᾿ ἐρατεινὴν
  • Πέργαμον, εἴτ᾿ ἐπὶ τοῖσιν Ἰαονίαν Ἐπίδαυρον,
  • δεῦρο, μάκαρ, καλέει σε μάγων <πρόμος> ὡδε
  • Ἐπὰν δὲ χλευάζων λήξῃ, φαίνεται κατὰ τοῦ ἐδάφους πυρώδης Ἀσκληπιός. εἶτα θεὶς ἐν μέσῳ λεκάνην πλήρη ὕδατος πάντας καλεῖ τοὺς θεοὺς καὶ παραγίνονται. ἐγκύψας γὰρ ὁ παρὼν ἐν τῇ λεκάνῃ ὄψεται πάντας καὶ τὴν Ἄρτεμιν ἅμα σκύλακας ὑλακτοῦντας ἄγουσαν. οὐκ ὀκνήσομεν δὲ καὶ τούτων τὴν ἱστορίαν ὡς ἐπιχειροῦσι διηγήσασθαι.