Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

εἰ δὲ προειδείη ὅστις πάρεστι πευσόμενος, ἑτοιμότερος πρὸς πάντα γίνεται. εἰ δὲ καὶ τὴν πεῦσιν προμάθῃ, γράφει τῷ φαρμάκῳ καὶ ὡς ἐμπαράσκευος ἱκανώτερος νομίζεται σαφῶς γράψας τὸ ἐρωτώμενον, εἰ δὲ ἀγνοεῖ, ὑποτοπάζει καὶ ἀμφίβολον καὶ ποικίλην ἀποφαίνεταί τι δεχόμενον μετάφρασιν, ἕνα τὴν μὲν ἀρχὴν ἄσημος οὖσα ἡ χρησμοδοσία εἰς πολλὰ ἔσται, ἐπὶ δὲ τῇ ἐκβάσει τῶν συμβησομένων πρὸς τὸ συμβὰν πρόρρησις νομίζηται.

εἶτα λεκάνην πληρώσας ὑδατος <ὡς> ἄγραφον <τὸν> χάρτην καθίησι συνεμβαλὼν χάλκανθον. οὕτως γὰρ τὴν ἀπόκρισιν φέρων ὁ γραφεὶς χάρτης. τῷ μὲν δὴ παιδίῳ καὶ φαντασίαι φοβεραὶ γίνονται πολλάκις· καὶ γὰρ πληγὰς ἐμβάλλει εὐπόρως ἐκφοβῶν. λίβανον γὰρ εἰς πῦρ ἐμβαλὼν πάλιν ποιεῖ τοῦτον τὸν τρόπον· βῶλον τῶν λεγομένων ὀρυκτῶν ἁλῶν κηρῷ Τυρρηνικῷ περισκεπάσας καὶ αὐτὸν δὲ <τὸν> λιβάνου βῶλον διχοτομήσας τοῦ ἅλατος χόνδρον καὶ πάλιν συγκολλήσας ἐπὶ ἀνθράκων καιομένων τιθεὶς ἐᾷ· τοῦ δὲ συγκαέντος οἱ ἅλες ἀναπηδῶντες φαντασίαν ἀπεργάζονται ὥσπερ ξένου θεάματος γινομένου.