Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οἱ ταύτην τὴν μάθησιν ἠσκηκότες Χαλδαίων γενόμενοι ὁμιληταὶ ὡς ξένα τοῖς όνθρώποις καὶ θαυμάσια μεταδιδόντες μυστήρια τοῖς ὀνόμασιν ἐναλλάζαντες αἵρεσιν ἔνθεν συνεστήσαντο· ἀλλ ἐπεὶ τὴν τῶν ἀστρολόγων τέχνην ὡς δυνατὴν νομίσαντες ταῖς τε πὰρ᾿ οὐτων μαρτυρίαις χρώμενοι τὰ ἐπιχειρούμενα δι᾿ αὐτῶν πιστεύεσθαι θέλουσι, τὰ νῦν κοθὼς ἔδοξε τὴν ἀστρολογικὴν ἐπιδείξομεν ἀσύστατον, αὖθις μέλλοντες καὶ τὴν Περατικὴν ἀκυροῦν ὡς κλάδον ἐκ ῥίςης ἀσυστάτου πεφυκὶῖαν.

Ἀρχὴ μὲν οὖν καὶ ὥσπερ θεμέλιός ἐστι στήσαι τὸν ὡροσκόπον. ἀπὸ τούτου γὰρ τὰ λοιπὰ τῶν κέντρων λαμβάνεται, τά τε ἀποκλίματα καὶ αἱ ἐπαναφοραὶ τὰ τε τρίγωνα καὶ <τὰ> τετράγωνα καὶ οἱ καὶ αὐτὰ σχηματισμοὶ τῶν ἀστέρων, ἀπὸ δὲ πάντων τούτων αἱ προαγορείσείς.