Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τούτοις χρησάμενοι Εὐφράτης ὁ Περ(ατικὸς) καὶ Ἀκεμβὴς ὁ Καρύσιος καὶ ὁ λοιπὸς τούτων χορὸς τῷ λόγῳ (τῷ) τῆς ἀληθείας ἐπονομάσαντες αἰώνων στάσιν καὶ ἀπόστασιν ἀγαθ(ῶν) δυνάμεων εἰς κακὰ καὶ συμφωνίας ἀγαθῶν μετὰ πονηρῶν προσαγορεύουσι, καλοῦντες τοπάρχας καὶ προαστείους καὶ ἄλλα πλεῖστα ὀνόματα· ὧν πᾶσαν τὴν ἐπικεχειρημένην αἵρεσιν ἐκθήσομαι καὶ διελέγξω, ἐπὰν εἰς τὸν περὶ τούτων λόγον φθάσωμεν.

νυνὶ δέ, μή ποτέ τις νομίσῃ πιστὰ εἶναι καὶ ἀσφαλῆ τὰ τοῖς Χαλδαίοις νενομισμένα περὶ τὴν ἀστρολογικὴν μάθησιν, οὐκ ὀκνήσομεν τὸν πρὸς τούτους ἔλεγχον δι᾿ ὀλίγων παραθεῖναι, ἐπιδεικνύντες ματαίαν τὴν τέχνην καὶ πλανᾶν μᾶλλον καὶ ἐξαφανίζειν ψυχὴν δυναμένην ἐλπίζουσαν μάταια ἢ ὠφελεῖν. οἷς οὐ κατὰ τέχνης ἐμπειρίαν ἐ(π)έχομεν, ἀλλ᾿ ἐκ τῆς τῶν πρακτικῶν λόγων (γνώ)σεως.

οἱ ταύτην τὴν μάθησιν ἠσκηκότες Χαλδαίων γενόμενοι ὁμιληταὶ ὡς ξένα τοῖς όνθρώποις καὶ θαυμάσια μεταδιδόντες μυστήρια τοῖς ὀνόμασιν ἐναλλάζαντες αἵρεσιν ἔνθεν συνεστήσαντο· ἀλλ ἐπεὶ τὴν τῶν ἀστρολόγων τέχνην ὡς δυνατὴν νομίσαντες ταῖς τε πὰρ᾿ οὐτων μαρτυρίαις χρώμενοι τὰ ἐπιχειρούμενα δι᾿ αὐτῶν πιστεύεσθαι θέλουσι, τὰ νῦν κοθὼς ἔδοξε τὴν ἀστρολογικὴν ἐπιδείξομεν ἀσύστατον, αὖθις μέλλοντες καὶ τὴν Περατικὴν ἀκυροῦν ὡς κλάδον ἐκ ῥίςης ἀσυστάτου πεφυκὶῖαν.