Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οἱ αὐτοὶ δὲ φύσεως· ἀρέσκοντες, νοοῦντες, εὐφυεῖς, εὐσεβεῖς, δίκαιοι, ἄγροικοι, προσχαρεῖς, κοπιαταὶ ἀπὸ ἐτῶν ݲ ἐρεθισταί, νωθροί· τούτων ὁ στόμαχος μικρός ἐστι, πληροῦνται τάχα, πολλὰ βουλευόμενοι, φρόνιμοι, φειδωλοὶ εἰς ἐαυτούς, εἰς ἄλλους δαψιλεῖς, ἀγαθοποιοί, σώματι βραδεῖ· ἐν μέρει εἰσὶ λυπηροί, ἀμελεῖς, εἰς φιλίαν ὠφέλιμοι διὰ τὸν νοῦν, κακοπαθεῖς.

Ἐν Διδύμοις τύπος· προσώπῳ κοκκίνῳ, μεγέθει οὐ λίαν μεγάλῳ, μέρεσιν ἴσοις. ὀφθαλμοῖς μέλασιν ὡς ἠλειμμένοις, μήλοις κάτω τεταμένοις, στόματι παχεῖ, ὀφρύσι συντεθειμέναις· συγκρατοῦσι, πάντα ἔχουσιν, ἔσχατα πλούσιοι, σκνιφοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου, δαψιλεῖς πρὸς τὰ ἀφροδισιακά, ἐπιεικεῖς, μουσικοί πρὸς τὰ ἀφροδισιακά], ψεῦσται· οἱ αὐτοὶ δὲ φύσεως·