Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἀλλ᾿ ἐπεὶ καὶ ἑτέρα τις τέχνη βαθυτέρα ἐστὶ παρὰ τοῖς πανσόφοις Ἑλλήνων μεριμνηταῖς, οἷς εὔχονται μαθητεύειν οἱ αἱρετικοὶ διὰ τὸ ταῖς αὐτῶν δόξαις χρῆσθαι πρὸς τὰ ὑπ’ αὐτῶν ἐπιχειρούμενα, καθὼς ὑποδειχθήσεται μετ᾿ οὐ πολύ — αὕτη δέ ἐστι μετωποσκοπικὴ μαντεία, μᾶλλον δὲ μανία —, οὐδὲ ταύτην σιωπήσομεν·

εἰσὶν οἳ τοῖς ἄστροις ἀναφέρουσι τὰς μορφὰς τύπων τε ἰδέας καὶ τὰς φύσεις τῶν ἀνθρώπων ἐπὶ τὰς† κατὰ ἀστέρων γενέσεις ἀναλογιζόμενοι. οὕτω λέγουσι οἱ <ἐν> Κριῷ γεννώμενοι τοῖοι κεφαλῇ ἐπιμήκει, τριχὶ πυρρᾷ, ὀφρύσι συνεζευγμέναις, μετώπῳ ὀξεῖ, ὀφθαλμοῖς † γλαυκοῖς ὑπὸ ἄλλοις, μήλοις καθειλκυσμένοις, ἐπίρρινοι, μυκτῆρσιν ἠνεῳγμένοις, χείλεσι λεπτοῖς, γενείῳ ὀξεῖ, στόματι ἐπιμήκει.