Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οἳ ἄνω κάτω τὰ στοιχεῖα καταμετροῦντες εἰς λῆρον ἐχώρησαν· ἐπὰν γὰρ ἀποτύχωσι, τὸ ἄπορον προβάλλοντες λέγουσι, μήτι τοῦτο ὄνομα γενικὸν οὐκ οὐκ ἐγένετο ἀλλὰ ἐπίθετον· ὡς καὶ ἐπὶ τοῦ Ὀδυσσέως κοὶ Αἴαντος ἐκπεσόντες κέν ἐλάλουν. τίς ἐκ ταύτης τῆς θαυμαστῆς φιλοσοφίας ἀφορμὰς λαβὼν καὶ θελήσας αἱρεσιάρχης καλεῖσθαι οὐ δοξασθήσεται;

ἀλλ᾿ ἐπεὶ καὶ ἑτέρα τις τέχνη βαθυτέρα ἐστὶ παρὰ τοῖς πανσόφοις Ἑλλήνων μεριμνηταῖς, οἷς εὔχονται μαθητεύειν οἱ αἱρετικοὶ διὰ τὸ ταῖς αὐτῶν δόξαις χρῆσθαι πρὸς τὰ ὑπ’ αὐτῶν ἐπιχειρούμενα, καθὼς ὑποδειχθήσεται μετ᾿ οὐ πολύ — αὕτη δέ ἐστι μετωποσκοπικὴ μαντεία, μᾶλλον δὲ μανία —, οὐδὲ ταύτην σιωπήσομεν·