Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τινὲς δὲ κατὰ τὸν ἑβδοματικὸν μόνοις τοῖς φωνήεσι χρῶνται, ἄλλοι δὲ διαστέλλουσιν ἰδίᾳ μὲν τὰ φωνήεντα, ἰδίᾳ δὲ τὰ ἡμίφωνα, ἰδίᾳ δὲ τὰ ἄφωνα, καὶ τρεῖς τάξεις ποιήσαντες λαμβάνουσι τοὺς πυθμένας ἰδίᾳ μὲν τῶν φωνηέντων, ἰδίᾳ δὲ τῶν ἡμιφώνων, ἰδίᾳ <δὲ> τῶν ἀφώνων, καὶ χωρὶς ἔκαστον.

ἄλλοι δὲ οὐδὲ τούτοις τοῖς νενομισμένοις ἀριθμοῖς χρῶνται, ἀλλ’ ἄλλοις, οἷον ὑποδείγματος ἔνεκα τὸ ݲ οὐ θέλουσι πυθμένα ἔχειν <μονάδας> ݲ ἀλλὰ ݲ καὶ τὸ ξ στοιχεῖον μονάδας ݲ καὶ παντοίως στρεφόμενοι οὐδὲν ὑγιὲς εὑρίσκουσιν. ὅταν μέντοι δεύτερόν τινες ἀγωνίζωνται, ἀφ’ ἐκατέρου τῶν ὀνομάτων τὸ πρῶτον στοιχεῖον ἀφαιροῦσιν, ὅταν δὲ τρίτον, τὰ δύο ἑκατέρωθεν, καὶ τὰ λοιπὰ ψηφίσαντες συγκρίνουσιν.