Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ στοιχείων σχεδιάζουσι μαντευόμενοι μάταια· ὧν ὁμοίους λόγους ἐρανισάμενοί τινες ἀποπλανῶσιν ἰδιώτας, προγνωστικοὺς ἐαυτοὺς φάσκοντες, ἔσθ᾿ ὅτε διὰ τοῦ πολλὰ μαντεύεσθαι ἓν ἐπιτυγχάνοντες καὶ ἐπὶ μὲν τοῖς πολλοῖς ἀποτεύγμασι μὴ αἰδούμενοι, ἐπὶ δὲ τῷ ἑνὶ ἐγκομπάζοντες. οὐδὲ τούτων τὴν ἄσοφον σοφίαν παραπέμψομαι, ἀλλ’ ἐκθέμενος τοὺς ἐκ τούτων ἐπιχειροῦντας θεοσέβειαν συνιστᾶν ἐλέγξω ῥίζης ἀσυστάτου #x003E; καινουργίας ἀνάπλεω ὄντας μαθητάς.

Οἱ μὲν οὐν διὰ ψήφων τε καὶ ἀριθμῶν στοιχείων τε καὶ ὀνομάτων μαντεύεσθαι νομίζοντες ταύτην ἀρχὴν ἐπιχειρήσεως τοῦ κατ’ αὐτοὺς λόγου ποιοῦνται, φάσκοντες πυθμένα εἶναι ἑκάστου τῶν ἀριθμῶν, ἐπὶ μὲν τῶν χιλιάδων τοσαύτας μονάδας, ὅσαι ἂν ὦσι χιλιάδες, οἷον τῶν ἑξακισχιλίων ὁ πυθμὴν μονάδες ἕξ, τῶν ἑπτακισχιλίων μονάδες ἐπτά, τῶν ὀκτακισχιλίων μονάδες ὀκτώ, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως κατὰ τὰ αὐτά·

καὶ ἐπὶ τῶν ἑκατοντάδων ὅσαι ἂν ὠσιν αἱ ἑκατοντάδες, τοσαῦται μονάδες ὁ πυθμήν ἐστιν αὐτῶν, οἷον τῶν ἑπτακοσίων | ἑπτά εἰσιν ἑκατοντάδες, ὁ πυθμὴν αὐτῶν f. 8v ἑπτά μονάδες τῶν ἑξακοσίων ἓξ ἑκατοντάδες, ὁ πυθμὴν αὐτῶν † τρεῖς μονάδες. τὸ ὅμοιον καὶ ἐπὶ τῶν δεκάδων· τῶν μὲν ὀγδοήκοντα [*](11 gemeint sind die VI 21 ’ behandelten Valentinianer) [*](1 <τὰ> ὕψη Diels 2 ὠς > Miller 5 καὶ > Miller 6 πάντων verb. Miller a. R. διαβολὴ πάντων σοφῶν Ρ 11 ἐπιρρεῖ Ρ, verb. Miller 14 ὁμοίως ö. ἐρανίσαμεν οἵτινες Ρ 15 πρὸς γνωστικοὺς Ρ 19 ῥίζης] δόξης Cruize + καὶ ö. 20 πανουργίας ö. ἀναπλέου ἀνάπλεω We.) ὄντας Gö.: ἀναπλὲοντας Ρ a. R. ζήτει Ρ 23 αὐτοὺς Miller: αὐτὴν Ρ 30 ἑξηκοντάδες Ρ τρεῖς] ἕξ ς΄ wird meist ßverstanden) oder vorher + ἓξ μονάδες· τῶν τριακοσίων τρεῖς ἑκατοντάδες, ὁ πυθμὴν αὐτῶν Gö.)

46
μονάδες ὀκτώ, τῶν δὲ ἐξήκοντα μονάδες ἴξ, τῶν τεσσαράκοντα μονάδες τέσσαρες, τῶν δέκα μονὰς μία.

ἐπὶ δὲ τῶν μονάδων πυθμὴν αὐταί εἰσιν αἱ μονάδες. οἷον τοῦ ἐννέα ὁ ἐννέα, τοῦ ὀκτὼ ὁ ὀκτώ, τοῦ ἑπτά ὁ ἑτπά. οὕτως οὖν καὶ ἐπὶ τῶν στοιχείων ποιεῖν δεῖ· ἕκαστον γὰρ στοιχεῖον κατὰ τινα τέτακται ἀριθμόν, οἷον τὸ ݲ ἐστὶ μονάδων ݲ τῶν πεντήκοντα μονάδων πυθμήν ἐστιν ὁ πέντε, καὶ τοῦ ݲ στοιχείου πυθμήν ἐστιν ὁ πέντε.