Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τίς οὐ θαυμάσει τὴν τοσαύτην φροντίδα μετὰ τοσούτου πόνου γεγενῃμένην; οὐκ ἀχρεῖος δέ μοι οὑτοσὶ ὁ Πτολεμαῖος ὁ τούτων μεριμνητὴς δοκεῖ· τοῦτο δὲ μόνον λυπεῖ, ὡς πρόσφατος γενηθεὶς θεὶς οὐκ εὔχρηστος γεγένηται γιγάντων παισίν, οἳ τὰ μέτρα ταῦτα [*](26 mit ähnlicher Ironie Paus. I 33, 5 οἱ δὲ μέτρα φάμενοι γῆς εἰδέναι Proclus in Timaeum III S. 63, 19 D. und Hypotyposis astr. positionum I 6 Man. ff. Chalcidius in Tim. 86 S. 157, 13. Wrobel (Fun. Nat. bist. II 87, Gott. Nachr. 1910 S. 196 19 ff. K. Gronau, Posidonius eine Quelle für Basilius Hexahemeros, 1912, S. 31)) [*](1 εἰσὶ] ft Ρ 2 + ἂν Miller σύστημ᾿ ἂν Gö. 3 πάντας Ρ 7 η über ε Ρ 11 ݲ Miller: ݲ Ρ ηαξ Miller: βσξ Ρ 12 + μυριάδας ριάδας Miller βτγ Ρ, verb. Miller 14 βτγ Ρ, verb. Miller 17 δτπθ Ρ, verb. Miller ζρο (nicht βρο) Ρ 17f μυρίας μυριάδας Ρ: μυριάδ. μυριάδα als Text von Ρ Miller 19 ݲ Ρ, verb. Miller μυρίας μυριάδας We μυριάδ. μυριάδα Miller δτξθ Ρ, verb. Miller 20 μυριάδ. μυριάδα Miller 21 δρξθ Ρ, verb. Miller μυριας μυριάδας Ρ: μυριάδ. μυριάδα als Text von Ρ Miller + ö. 22 θτλη Ρ, verb. Miller 25f γεννηθεὶς Ρ 26 παισίν Miller: πᾶσιν Ρ)

45
ἠγνοηκότες ἐγγὺς νομίζοντες εἶναι ὕψη οὐρανοῦ πύργον μάτην ἐπεχειίρησαν ποιεῖν, οἷς ὡς] εἰ κατ᾿ ἐκεῖνο παρὼν τὰ μέτρα διηγήσατο, οὐκ ἂν μάτην τετολμήκεισαν.

εἰ δέ τις τούτῳ φάσκει ἀπιστεῖν, μετρήσας πειθέσθω ταύτης γὰρ φανερωτέραν ἀπόδειξιν οὐκ ἔχει πρὸς τοὺς ἀπίστους. ὢ ματαιοπόνου καὶ] ψυχῆς φυσιώσεως καὶ πίστεως ἀπίστου, ἴνα πάντως Πτολεμαῖος σοφὸς νομίζηται παρὰ | f. 8r τοῖς τὴν ὁμοίαν σοφίαν ἡσκηκόσι.

Τούτοις ἐν μέρει ἐπισχόντες τινὲς ὡς μεγάλα κρίναντες καὶ λόγου ἄξια νομίσαντες αἱρέσεις ἀμέτρους καὶ ἀπείρους συνεστήσαντο. ὧν εἷς μὲν Κολάρβασος, ὃς διὰ μέτρων καὶ ἀριθμῶν ἐκτίθεσθαι ἐπιχειρεῖ· καὶ ἕτεροι δὲ ὁμοίως οὓς ἐπιδείξομεν, ἐπὰν τὰ περὶ αὐτῶν ἀρξώμεθα λέγειν, οἳ Πυθαγορείῳ ψήφῳ ὡς δυνατῇ προσέχουσι καὶ τὴν ἀσφαλῆ φιλοσοφίαν δι᾿ ἀριθμῶν

καὶ στοιχείων σχεδιάζουσι μαντευόμενοι μάταια· ὧν ὁμοίους λόγους ἐρανισάμενοί τινες ἀποπλανῶσιν ἰδιώτας, προγνωστικοὺς ἐαυτοὺς φάσκοντες, ἔσθ᾿ ὅτε διὰ τοῦ πολλὰ μαντεύεσθαι ἓν ἐπιτυγχάνοντες καὶ ἐπὶ μὲν τοῖς πολλοῖς ἀποτεύγμασι μὴ αἰδούμενοι, ἐπὶ δὲ τῷ ἑνὶ ἐγκομπάζοντες. οὐδὲ τούτων τὴν ἄσοφον σοφίαν παραπέμψομαι, ἀλλ’ ἐκθέμενος τοὺς ἐκ τούτων ἐπιχειροῦντας θεοσέβειαν συνιστᾶν ἐλέγξω ῥίζης ἀσυστάτου #x003E; καινουργίας ἀνάπλεω ὄντας μαθητάς.

Οἱ μὲν οὐν διὰ ψήφων τε καὶ ἀριθμῶν στοιχείων τε καὶ ὀνομάτων μαντεύεσθαι νομίζοντες ταύτην ἀρχὴν ἐπιχειρήσεως τοῦ κατ’ αὐτοὺς λόγου ποιοῦνται, φάσκοντες πυθμένα εἶναι ἑκάστου τῶν ἀριθμῶν, ἐπὶ μὲν τῶν χιλιάδων τοσαύτας μονάδας, ὅσαι ἂν ὦσι χιλιάδες, οἷον τῶν ἑξακισχιλίων ὁ πυθμὴν μονάδες ἕξ, τῶν ἑπτακισχιλίων μονάδες ἐπτά, τῶν ὀκτακισχιλίων μονάδες ὀκτώ, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως κατὰ τὰ αὐτά·