Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἐκ πλειόνων δὲ καὶ ἀριθμητῶν, δυεῖν μέν, γῆς τε καὶ ὕδατος, τὰ ὅλα συνεστηκέναι φησὶ ὁ ποιητὴς Ὅμηρος, ὁτὲ μὲν λέγων·

  • Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
  • ποτὲ δέ·
  • ἀλλ’ ὑμεῖς <μὲν> πάντες ὕδωρ καὶ γαῖα
  • συμφέρεσθαι δ᾿ αὐτῷ δοκεῖ καὶ ὁ Κολοφώνιος Ξενοφάνης· φησὶ γάρ·

  • πάντες <γὰρ> γαίης <τε> καὶ
  • [*](15f Xenophanes Fr. 27 D. ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ (so auch Sext.) — 19 Ξ 201 — 21 Η 99 — 23 Xenophanes Fr. 33 D.) [*](2 τοῦ > Sext. Gö. ἐξ < Hdschr. Sext. 3 ἐξ1 < Hdschr. Sext. Sext. Miller 5 δύο Sext. ἐκ πέντε, οἱ δὲ ἐξ ἕξ Sext. 6 γεννωμένοις Sext.: γενομένοις Ρ 6f πρὸς τούτοις Ρ: τούτων Sext. Gö. Sext. Gö.: παθητικῶν Ρ + ἐξ Sext. Gö. 8 ὑπεστήσαντο Sext. ὄντων Sext. 10 τρεπτή Sext.: τρέπει Ρ δὲ αὐτῆς] τε ταύτης Sext. γίνεται τὰ τέσσαρα στοιχεῖα, πῦρ καὶ ἀήρ, ὕδωρ καὶ γῆ Sext. 11 τε Sext.: δὲ Ρ 12 Ἀναξίμανδρον schon Sext. (Ἀναξιμένη Meineke) + ὦν Gö. Ἰππασος καὶ Sext.) 13 καὶ] + κατὰ τινας Sext. ἀπεφήναντο] ἀπέλιπον Sext. 14 Ἀναξίμανδρος schon Sext. Ἀναξιμένης Meineke) 15 δὲ] + κατ ἐνίους Sext. τὴν > ö. 17 ἀριθμητῶν Sext.: ἀριθμῶν Ρ δυοῖν Sext. 18 τὰ — φησὶ > Sext. 19 Τηθύν] τιθέν P 20 ὁτὲ Sext. 21 + μὲν Miller 22 συμφερὲς Ρ δοκεῖ] + κατ᾿ ἐνίους Sext. 23 ergänzt von Miller Sext. ἐγενόμεθα Ρ)
    267
    ἐκ γῆς δὲ καὶ αἰθέρος Εὐριπίδης, ὡς πάρεστιν ἐπιγνῶναι ἐκ τοῦ λέγειν αὐτόν·
  • αἰθέρα καὶ γαῖαν πάντων γενέτειραν ἀείδω.
  • ἐκ τεσσάρων δὲ Ἐμπεδοκλῆς, οὕτως λέγων·

  • τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε·
  • Ζεὺς ἀήρ, Ἥρη τε φερέσβιος, ἠδ᾿ Ἀΐδωνεύς,
  • Νῆστις δὲ ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.
  • ἐκ πέντε δὲ Ὄκελλος ὁ Λευκανὸς καὶ Ἀριστοτέλης·

    συμπαρέλαβον γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν σῶμα, ἐξ οὗ λέγουσιν εἶναι τὰ οὐράνια. ἐκ δὲ τῶν ϛݲ τὴν τῶν ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα. ἐν οἷς μὲν γὰρ λέγει· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν· ὅταν δὲ προσθῇ·