Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ τῶν ἐκ πλειόνων οἱ μὲν ἐξ ἀριθμητῶν, <οἱ δὲ ἐξ ἀπείρων· καὶ τῶν ἐξ ἀριθμητῶν> οἱ δυ(ο)ῖν, οἱ δὲ ἐκ τεσσάρων, οἱ δὲ ἐκ ε, οἱ δὲ ἐκ ϛ· καὶ τῶν ἐξ ἀπείρων οἱ μὲν ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ ἐξ ἀνομοίων· καὶ πρὸς τούτοις οἱ μὲν ἐξ(ἀπα)θῶν, οἱ δὲ ἐκ παθητῶν.

<ἐξ> ἀποίου μὲν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων συνεστήσαντο γένεσιν οἱ Στωϊκοί. ἀρχὴ γὰρ τῶν ὅλων κατ’ αὐτούς έστιν ἡ ἄποιος ὕλη καὶ δι᾿ ὅλων τρεπτή· μεταβαλλούσης δὲ αὐτῆς γίνεται πῦρ, ἀήρ, ὕδωρ, γῆ. ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἵ τε περὶ τὸν Ἵππασον καὶ Ἀναξίμανδρον καὶ Θαλῆ τὸν Μιλήσιον· <ὧν> Ἵππασος μὲν Μεταπόντιος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος ἐκ πυρὸς ἀπεφήναντο τὴν γένεσιν, Ἀναξίμανδρος δὲ ἐξ ἀέρος, Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ ἐκ γῆς. »ἐκ γῆς γάρ, φησί, πάντα ἐστί, καὶ εἰς τὴν γῆν πάντα τελευτᾷ.«

Ἐκ πλειόνων δὲ καὶ ἀριθμητῶν, δυεῖν μέν, γῆς τε καὶ ὕδατος, τὰ ὅλα συνεστηκέναι φησὶ ὁ ποιητὴς Ὅμηρος, ὁτὲ μὲν λέγων·

  • Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
  • ποτὲ δέ·
  • ἀλλ’ ὑμεῖς <μὲν> πάντες ὕδωρ καὶ γαῖα
  • συμφέρεσθαι δ᾿ αὐτῷ δοκεῖ καὶ ὁ Κολοφώνιος Ξενοφάνης· φησὶ γάρ·

  • πάντες <γὰρ> γαίης <τε> καὶ
  • [*](15f Xenophanes Fr. 27 D. ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ (so auch Sext.) — 19 Ξ 201 — 21 Η 99 — 23 Xenophanes Fr. 33 D.) [*](2 τοῦ > Sext. Gö. ἐξ < Hdschr. Sext. 3 ἐξ1 < Hdschr. Sext. Sext. Miller 5 δύο Sext. ἐκ πέντε, οἱ δὲ ἐξ ἕξ Sext. 6 γεννωμένοις Sext.: γενομένοις Ρ 6f πρὸς τούτοις Ρ: τούτων Sext. Gö. Sext. Gö.: παθητικῶν Ρ + ἐξ Sext. Gö. 8 ὑπεστήσαντο Sext. ὄντων Sext. 10 τρεπτή Sext.: τρέπει Ρ δὲ αὐτῆς] τε ταύτης Sext. γίνεται τὰ τέσσαρα στοιχεῖα, πῦρ καὶ ἀήρ, ὕδωρ καὶ γῆ Sext. 11 τε Sext.: δὲ Ρ 12 Ἀναξίμανδρον schon Sext. (Ἀναξιμένη Meineke) + ὦν Gö. Ἰππασος καὶ Sext.) 13 καὶ] + κατὰ τινας Sext. ἀπεφήναντο] ἀπέλιπον Sext. 14 Ἀναξίμανδρος schon Sext. Ἀναξιμένης Meineke) 15 δὲ] + κατ ἐνίους Sext. τὴν > ö. 17 ἀριθμητῶν Sext.: ἀριθμῶν Ρ δυοῖν Sext. 18 τὰ — φησὶ > Sext. 19 Τηθύν] τιθέν P 20 ὁτὲ Sext. 21 + μὲν Miller 22 συμφερὲς Ρ δοκεῖ] + κατ᾿ ἐνίους Sext. 23 ergänzt von Miller Sext. ἐγενόμεθα Ρ)
    267
    ἐκ γῆς δὲ καὶ αἰθέρος Εὐριπίδης, ὡς πάρεστιν ἐπιγνῶναι ἐκ τοῦ λέγειν αὐτόν·
  • αἰθέρα καὶ γαῖαν πάντων γενέτειραν ἀείδω.
  • ἐκ τεσσάρων δὲ Ἐμπεδοκλῆς, οὕτως λέγων·

  • τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε·
  • Ζεὺς ἀήρ, Ἥρη τε φερέσβιος, ἠδ᾿ Ἀΐδωνεύς,
  • Νῆστις δὲ ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.
  • ἐκ πέντε δὲ Ὄκελλος ὁ Λευκανὸς καὶ Ἀριστοτέλης·

    συμπαρέλαβον γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν σῶμα, ἐξ οὗ λέγουσιν εἶναι τὰ οὐράνια. ἐκ δὲ τῶν ϛݲ τὴν τῶν ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα. ἐν οἷς μὲν γὰρ λέγει· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν· ὅταν δὲ προσθῇ·

    νεῖκός τ᾿ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντῃ, καὶ φιλία μετὰ τοῖσιν, ἴση μῆκός τε πλάτος τε, ἓξ [καὶ] παραδίδωσι τὰς τῶν ὅλων ἀρχάς, δ μὲν ὑλικάς, γῆν, πῦρ, ἀέρα, δύο δὲ τὰς δραστηρίους, φιλίαν καὶ νεῖκος. ἐξ ἀπείρων δὲ ἐδογμάτισαν τὴν τῶν πάντων γένεσιν οἱ περὶ Ἀναξαγόραν Κλαζομένιον καὶ Δημόκριτον καὶ Ἐπίκουρον καὶ ἄλλοι παμπληθεῖς, ὧν ἐκ μέρους πρότερον ἐμνήσθημεν.

    ἀλλ᾿ ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Ἐπίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν, τουτέστιν ἐκ τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην καὶ Ἀσκληπιάδην ἐξ ἀνομοίων <μέν>, [*](3 Euripides Fr. 1023 Nauck, vgl. Diels, Doxographi S. 92 1 — 5 Empedokles Fr. 6 D. vgl. S. 210, 20 (= H) — 8 Ocellus Lucanus De universo C. 2 — 12 s. zu Z. 5 — 14 Empedokles Fr. 17, 19. 20 D. — 20 ἐμνήσθημεν] s. I 8. 13. 22) [*](1 αἰθέρος Sext. Gö.: ἀέρος Ρ 4 δὲ] + ὁ Sext. οὕτως λέγων > 5 τῶν PH: γὰρ Sext. (Emp.) 6 ἀήρ Ρ: > H, ἀργὴς Sext. ἤρη Ρ 7 δὲ Ρ: γε Η, θ’ Sext. (Emp.) ἣ δακρύοις Η Sext.: ἡδακτοῖς Ρ τέγγει Η Sext.: σπονδε Ρ (σπένδει? Miller) κρούνωμα βρότειον Sext.: κρουνῶ μαβρόντιον Ρ, μακρόγιον Η 8 ὁ κη. γλος λευκανός Ρ (vor λευκ. dicker Punkt, vielleicht ο) 9 πέμπτον] εݲ Ρ 10 ἐξ οὗ Sext. Gö.: καὶ Ρ τῶν2 > Sext. 12 δὲ Ρ, τέσσαρα Sext. πρῶτον ἄκουε Sext., vgl. zu Ζ. 5 14 διχ·άζων ἀταλλάττον Ρ, verb. nach Sext. Miller 15 φιλίη Sext. Miller τοῖσιν Sext.: οἷσιν Ρ 16 καὶ > Sext. Gö. ὄντων Sext. τέσσαρας μὲν τὰς ὑλικάς Sext. 17 πῦρ Sext. 18 δ’ ἐδόξασαν Sext. πάντων Ρ: πραγμάτων Sext. 20 ὧν — ἐμνήσθημεν > Sext. 22 τουτέστι τῶν Sext. 23 + μὲν Sext. Gö.)

    268
    θητῶν δέ, καθάπερ τῶν ἀνάρμων ὄγκων, οἱ δὲ περὶ τὸν Πλάτωνα ἐκ τριῶν· εἶναι ταῦτα λέγουσι θεὸν καὶ ὕλην καὶ παράδειγμα.

    τὴν δὲ ὕλην μερίζει εἰς τέσσαρας ἀρχάς, πῦρ, ὕδωρ, γῆν, ἀέρα· θεὸν δὲ τὸν ταύτης εἶναι δημιουργόν, τὸ δὲ παράδειγμα νοῦν.

    Πεπεισμένοι τοίνυν ὅτι πᾶσι τούτοις ὁμολογουμένωνς ἄπορος εὑρίσκεται ὁ τῆς φυσιολογίας λόγος, αὐτοὶ περὶ τῶν τῆς ἀληθείας παραδειγμάτων, ὡς ἔστι καὶ πεπιστεύκαμεν, ἀόκνως ἐροῦμεν, πλ(ὴν) καὶ τὰ τοῖς αἱρεσιάρχαις ἐπιτομῇ πρότερον ἐκθέμενοι, ἴνα καὶ διὰ τούτου εὔγνωστα τὰ πάντων δόγματα παραστήσαντες φανερὰν καὶ εὔγνωστον τὴν ἀλήθειαν ἐπιδείξωμεν.

    Ἀλλ᾿ ἐπεὶ οὕτως δοκεῖ, ἀρξώμεθα πρῶτον ἀπὸ τῶν τοῦ ὄφεως λειτουργῶν. Ναασσηνοὶ ἄνθρωπον καλοῦσι τὴν πρώτην τῶν ὅλων ἀρχήν, τὸν αὐτὸν καὶ υἱὸν ἀνθρώπου· τοῦτον δὲ τριχῇ διαιροῦσιν. ἔστι μὲν γὰρ αὐτοῦ, φασί, τὸ μὲν νοερόν, τὸ δὲ ψυχικόν, τὸ δὲ χοϊκόν.

    καλοῖσι δὲ αὐτὸν Ἀδάμαν, καὶ νομίζουσι τὴν αὐτοῦ εἶναι γνῶσιν ἀρχὴν τοῦ δύνασθαι γνῶναι θεόν. καὶ ταῦτα πάντα τὰ νοερὰ καὶ τὰ ψυχικὰ καὶ τὰ χοϊκὰ κεχωρηκέναι εἰς τὸν Ἰησοῦν, καὶ ὁμοῦ αὐτοῦ λελαληκέναι τάς τρεῖς οὐσίας τοῖς τρισὶ γένεσι.