Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ τῶν ἐκ πλειόνων οἱ μὲν ἐξ ἀριθμητῶν, <οἱ δὲ ἐξ ἀπείρων· καὶ τῶν ἐξ ἀριθμητῶν> οἱ δυ(ο)ῖν, οἱ δὲ ἐκ τεσσάρων, οἱ δὲ ἐκ ε, οἱ δὲ ἐκ ϛ· καὶ τῶν ἐξ ἀπείρων οἱ μὲν ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ ἐξ ἀνομοίων· καὶ πρὸς τούτοις οἱ μὲν ἐξ(ἀπα)θῶν, οἱ δὲ ἐκ παθητῶν.

<ἐξ> ἀποίου μὲν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων συνεστήσαντο γένεσιν οἱ Στωϊκοί. ἀρχὴ γὰρ τῶν ὅλων κατ’ αὐτούς έστιν ἡ ἄποιος ὕλη καὶ δι᾿ ὅλων τρεπτή· μεταβαλλούσης δὲ αὐτῆς γίνεται πῦρ, ἀήρ, ὕδωρ, γῆ. ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἵ τε περὶ τὸν Ἵππασον καὶ Ἀναξίμανδρον καὶ Θαλῆ τὸν Μιλήσιον· <ὧν> Ἵππασος μὲν Μεταπόντιος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος ἐκ πυρὸς ἀπεφήναντο τὴν γένεσιν, Ἀναξίμανδρος δὲ ἐξ ἀέρος, Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ ἐκ γῆς. »ἐκ γῆς γάρ, φησί, πάντα ἐστί, καὶ εἰς τὴν γῆν πάντα τελευτᾷ.«