Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τὸν λαβύρινθον τῶν αἱρέσεων οὐ βίᾳ διαρρήξαντες, ἀλλὰ μόνῳ ἐλέγχῳ ἀληθείας δυνάμει διαλύσαντες, πρόσιμεν ἐπὶ τὴν τῆς ἀληθείας ἀπόδειξιν. τότε γὰρ <τὰ> τῆς πλάνης ἔντεχνα σοφίσματα φανερωθήσεται, ἐπὰν ὁ τῆς ἀληθείας ὅρος ἐπιδειχθῇ, οὐκ ἀπὸ σοφίας Ἑλλήνων ἀρχὰς μεταλαβών, οὐδ’ Αἰγυπτίων δόγματα τὰ ἐν αὐτοῖς μετ᾿ ἀξιοπιστίας θρησκευόμενα μάταια ὡς ἄρρητα διδαχθείς, οὐδὲ Χαλδαίων ἀσυστάτῳ περιεργίᾳ σοφισθείς, οὐδὲ Βαβυλωνίων ἀλογίστῳ μανίᾳ δι᾿ ἐν(εργεί)ας δαιμόνων καταπλαγείς, ἀλλ᾿ ᾡ ὑπάρχει τρόπῳ ὅρος ἀληθὴς ὢν ἀφύλακτός τε καὶ ἀκαλλώπιστος, <ὃς> μόνον ἐλέγξει τὴν πλάνην.

περὶ οὗ εἰ καὶ πλειστάκις ἀποδείξεις ἐποιήσαμεν καὶ ἱκανῶς τὸν τῆς | ἀληθείας κανόνα ἀφθόνως τοῖς βουλομένοις ἐπεδείξαμεν, ἀλλά γε καὶ νῦν οὐκ ἄλογον ἐκρίναμεν ἐπὶ πᾶσι τοῖς Ἐλλησι δεδοκημένοις καὶ αἱρετικοῖς ὡσεὶ κορωνίδα τῶν βίβλων ἐπενέγκαι ταύτην τὴν ἀπόδειξιν διὰ τῆς δεκάτης βίβλου.