Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τούτων τὴν αἵρεσιν ἐκράτυνε Κάλλιστος, οὗ τὸν βίον ἐκτεθείμεθα ἀσφαλῶς, ὃς καὶ αὐτὸς αἵρεσιν ἀπεγέννησεν· ἐξ ὡν ἀφορμὰς λαβὼν καὶ αὐτὸς ὁμολογῶν ἕνα εἶναι τὸν πατέρα καὶ θεὸν τοῦτον δημιουργὸν τοῦ παντός, τοῦτον δὲ εἶναι υἱὸν ὀνόματι μὲν λεγόμενον καὶ ὀνομαζόμενον, οὐσίᾳ <ἓν> εἶναι <πνεῦμα>· πνεῦμα ὁ θεὸς οὐχ ἕτερόν ἐστι παρὰ τὸν λόγον ἢ ὁ λόγος παρὰ τὸν θεόν.