Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ὁμοίως δὲ καὶ Νοητός, τῷ μὲν γένει ὢν Σμυρναῖος, ἀνὴρ ἀκριτόμυθος καὶ ποικίλος, εἰσηγήσατο τοιάνδε αἵρεσιν, ἐξ Ἐπιγόνου τινὸς εἰς Κλεομένην χωρήσασαν καὶ οὕτως ἕως νῦν ἐπὶ τοὺς διαδόχους διαμείνασαν, λέγων ἕνα τὸν πατέρα καὶ θεὸν τῶν ὅλων· τοῦτον πάντα πεποιηκότα ἀφανῆ μὲν τοῖς οὖσι γεγονέναι ὅτε ἠβούλετο, φανῆναι δὲ τότε ὅτε ἠθέλησε·