Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἕτεροι δὲ καὶ ἐξ αὐτῶν πάντα τοῖς προειρημένοις <ὁμοίως> λέγουσι, ἓν μόνον ἐνδιαλλάξαντες ἐν τῷ τὸν Μελχισεδὲκ ὡς δύναμίν τινα ὑπειληφέναι, φάσκοντες αὐτὸν ὑπὲρ πᾶσαν δύναμιν ὑπάρχειν· οὗ κατ᾿ εἰκόνα [δὲ] εἶναι τὸν Χριστὸν.

Οἱ δὲ Φρύγες ἐκ Μοντανοῦ τινος καὶ Πρισκίλλης καὶ Μαξιμίλλης τὰς ἀρχὰς τῆς αἱρέσεως λαβόντες, προφήτιδας τὰ γύναια νομίζοντες καὶ προφήτην τὸν Μοντανόν, τὰ δὲ περὶ τῆς τοῦ παντὸς ἀρχῆς καὶ δημιουργίας ὀρθῶς [λέγειν] νομίζουσι, καὶ τὰ περὶ τὸν Χριστὸν οὐκ ἀλλοτρίως προειλήφασιν, ἐν δὲ τοῖς προειρημένοις σφάλλονται· ὡν τοῖς λόγοις ὑπὲρ τὰ εὐαγγέλια προσέχοντες πλανῶνται. νηστείας καινὰς καὶ παραδόξους ὁρίζοντες.

Ἕτεροι δὲ αὐτῶν τῇ τῶν Νοητιανῶν αἱρέσει προσκείμενοι τὰ μὲν περὶ τὰ γύναια καὶ Μοντανὸν ὁμοίως δοκοῦσι, τὰ δὲ περὶ <τὸν> τῶν ὅλων πατέρα δυσφημοῦσιν, αὐτὸν εἶναι υἱὸν καὶ λέγοντες, ὁρατὸν καὶ ἀόρατον, γεννητὸν καὶ ἀγέννητον, θνητὸν καὶ ἀθάνατον· οὗτοι τὰς ἀφορμὰς ἀπὸ Νοητοῦ τινος λαβόντες.

[*](1—10 vgl. S. 222, 1—13 — 11—14 vgl. S. 222, 14—17 — S. 238, 4—25)[*](1 statt Titel Lücke von 9 Buchst. Ρ εἰσηγήσατο Miller: ἐξηγήσατο εἰσήγαγεν Η 2 ὄντως Gö., vgl. S. 281, 17: ὄντος Ρ 4 δὲ] δὴ? vgl. βιώσαντα δὲ κοινῶς πᾶσιν ἀνθρώποις Η ἀνθρώποις? Gö. (vgl. 11 statt Titel Lücke von 11 Buchst. Ρ ἐξ αὐτῶν Ρ: ὡσαύτως Sauppe ταὐτὰ Volkmar, Hippolytus S. 32 + ὁμοίως We. (vor τοῖς ~ Cruice) vgl. Η 13 τινα <μεγίστην> ? Gö. (H) 14 οὐ Η: οὐ Ρ > Scott Η) 15 Titel Lücke Ρ Μοντᾶνον Ρ δὲ] τε Gö. 18 λέγειν > Miller 19 προειλήφασιν We.: προσειλήφασιν Ρ ἐν] οὺν Sauppe 21 καινὰς Volkmar, Hippolytus, Zürich 1855 S. 43 4: κενὰς Ρ παραδόξους παραδόσεις Ρ 22 statt Titel Lücke von 8 Buchst. Ρ 23 Μοντᾶνον 24 + τὸν Volkmar S. 45 1 Sauppe <τὸν> αὐτὸν Volkmar 26 οὐτοι] We. <εἰσὶν> λαβόντες Volkmar S. 53)
283

Ὁμοίως δὲ καὶ Νοητός, τῷ μὲν γένει ὢν Σμυρναῖος, ἀνὴρ ἀκριτόμυθος καὶ ποικίλος, εἰσηγήσατο τοιάνδε αἵρεσιν, ἐξ Ἐπιγόνου τινὸς εἰς Κλεομένην χωρήσασαν καὶ οὕτως ἕως νῦν ἐπὶ τοὺς διαδόχους διαμείνασαν, λέγων ἕνα τὸν πατέρα καὶ θεὸν τῶν ὅλων· τοῦτον πάντα πεποιηκότα ἀφανῆ μὲν τοῖς οὖσι γεγονέναι ὅτε ἠβούλετο, φανῆναι δὲ τότε ὅτε ἠθέλησε·

καὶ τοῦτον εἶναι ἀόρατον, ὅταν μὴ ὁρᾶται, ὁρατὸν ὅταν ὅταν ὁρᾶται· ἀγέννητον δέ, ὅταν μὴ γεννᾶται, γεννητὸν δέ, ὅταν γεννᾶται ἐκ παρθένου· ἀπαθῆ καὶ ἀθάνατον, ὅταν μὴ πάσχῃ μήτε θνῄσκῃ· ἐπὰν δὲ πάθει προσέλθῃ, πάσχειν καὶ θνῄσκειν. τοῦτον τὸν πατέρα αὐτὸν υἱὸν νομίζουσι κατὰ καιροὺς καλούμενον πρὸς τὰ συμβαίνοντα.

Τούτων τὴν αἵρεσιν ἐκράτυνε Κάλλιστος, οὗ τὸν βίον ἐκτεθείμεθα ἀσφαλῶς, ὃς καὶ αὐτὸς αἵρεσιν ἀπεγέννησεν· ἐξ ὡν ἀφορμὰς λαβὼν καὶ αὐτὸς ὁμολογῶν ἕνα εἶναι τὸν πατέρα καὶ θεὸν τοῦτον δημιουργὸν τοῦ παντός, τοῦτον δὲ εἶναι υἱὸν ὀνόματι μὲν λεγόμενον καὶ ὀνομαζόμενον, οὐσίᾳ <ἓν> εἶναι <πνεῦμα>· πνεῦμα ὁ θεὸς οὐχ ἕτερόν ἐστι παρὰ τὸν λόγον ἢ ὁ λόγος παρὰ τὸν θεόν.