Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ὕστερον ἐπὶ τοῦ βαπτίσματος κατεληλυθέναι τὸν Χριστὸν ἐπὶ τὸν Ἰησοῦν ἐν εἴδει περιστερᾶς, ὅθεν φασὶ μὴ πρότερον τὰς δυνάμεις αὐτῷ ἐνεργηθῆναι. θεὸν δὲ οὐκ εἶναι τὸν Χριστὸν θέλει. καὶ τοιαῦτα Θεόδοτος.

Ἕτεροι δὲ καὶ ἐξ αὐτῶν πάντα τοῖς προειρημένοις <ὁμοίως> λέγουσι, ἓν μόνον ἐνδιαλλάξαντες ἐν τῷ τὸν Μελχισεδὲκ ὡς δύναμίν τινα ὑπειληφέναι, φάσκοντες αὐτὸν ὑπὲρ πᾶσαν δύναμιν ὑπάρχειν· οὗ κατ᾿ εἰκόνα [δὲ] εἶναι τὸν Χριστὸν.

Οἱ δὲ Φρύγες ἐκ Μοντανοῦ τινος καὶ Πρισκίλλης καὶ Μαξιμίλλης τὰς ἀρχὰς τῆς αἱρέσεως λαβόντες, προφήτιδας τὰ γύναια νομίζοντες καὶ προφήτην τὸν Μοντανόν, τὰ δὲ περὶ τῆς τοῦ παντὸς ἀρχῆς καὶ δημιουργίας ὀρθῶς [λέγειν] νομίζουσι, καὶ τὰ περὶ τὸν Χριστὸν οὐκ ἀλλοτρίως προειλήφασιν, ἐν δὲ τοῖς προειρημένοις σφάλλονται· ὡν τοῖς λόγοις ὑπὲρ τὰ εὐαγγέλια προσέχοντες πλανῶνται. νηστείας καινὰς καὶ παραδόξους ὁρίζοντες.