Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Θεόδοτος δὲ ὁ Βυζάντιος εἰσηγήσατο αἵρεσιν τοιάνδε, φάσκων τὰ μὲν ὅλα ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι, τὸν δὲ Χριστὸν τοῖς προειρημένοις γνωστικοῖς φάσκει τοιούτῳ τινὶ τρόπῳ πεφηνέναι· εἶναι δὲ τὸν Χριστὸν κ(οιν)ὸν ἄνθρωπον πᾶσιν, ἐν δὲ τούτῳ δια- φέρειν, ὅτι κατὰ βουλὴν θεοῦ γεγένηται ἐκ παρθένου ἐπισκιάσαντος τοῦ ἁγίου πνεύματος, οὐκ ἐν τῇ παρθένῳ σαρκωθέντα·