Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἐπιτομὴ πάντων τῶν φιλοσόφων,

Ἐπιτομὴ πασῶν <τῶν>

Καὶ ἐπὶ πᾶσι, τίς ὁ τῆς ἀληθείας λόγος.

Τὸν λαβύρινθον τῶν αἱρέσεων οὐ βίᾳ διαρρήξαντες, ἀλλὰ μόνῳ ἐλέγχῳ ἀληθείας δυνάμει διαλύσαντες, πρόσιμεν ἐπὶ τὴν τῆς ἀληθείας ἀπόδειξιν. τότε γὰρ <τὰ> τῆς πλάνης ἔντεχνα σοφίσματα φανερωθήσεται, ἐπὰν ὁ τῆς ἀληθείας ὅρος ἐπιδειχθῇ, οὐκ ἀπὸ σοφίας Ἑλλήνων ἀρχὰς μεταλαβών, οὐδ’ Αἰγυπτίων δόγματα τὰ ἐν αὐτοῖς μετ᾿ ἀξιοπιστίας θρησκευόμενα μάταια ὡς ἄρρητα διδαχθείς, οὐδὲ Χαλδαίων ἀσυστάτῳ περιεργίᾳ σοφισθείς, οὐδὲ Βαβυλωνίων ἀλογίστῳ μανίᾳ δι᾿ ἐν(εργεί)ας δαιμόνων καταπλαγείς, ἀλλ᾿ ᾡ ὑπάρχει τρόπῳ ὅρος ἀληθὴς ὢν ἀφύλακτός τε καὶ ἀκαλλώπιστος, <ὃς> μόνον ἐλέγξει τὴν πλάνην.