Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

πεποιῆσθαι δὲ τὰ πάντα ὑπὸ τοῦ Ἐλωεὶμ καὶ τῆς Ἐδέμ, καὶ τὰ μὲν ζῷα ἅμα τοῖς λοιποῖς ἀπὸ τοῦ θηριώδους μέρους, τὸν δὲ ἄνθρωπον ἀπὸ τῶν ἄνωθεν τοῦ βουβῶνος. καὶ τὴν μὲν Ἐδὲμ κατατεθεῖσθαι ἐν αὐτῷ τὴν ψυχήν, ἥτις αὐτῆς δύναμις ἦν, <Ἐλωεὶμ δὲ πνεῦμα>. #x003E;.

τοῦτον δὲ πρὸς τὸν ἀγαθὸν καὶ καταλελοιπέναι τὴν Ἐδέμ· ἐφ᾿ ᾧ ὀργισθεῖσαν [*](7f vgl. S. 205, 20—23 — 10—24 vgl. S. 126, 29—127, 27 S. 127, 27—128, 3 — 29 S. 129, 5.) [*](2 + τὸν Gö. 4 υἱοὺς Gö. (H): αἰτίους Ρ 5 οἳ τούτου Gö.: ὅσοι τούτου Cruice 8 χωρήσωσι (nicht χρήσωσι) Ρ 11 θηλυκὴν Gö. θῆλυν Ρ 13 τοῦτο? Holl λεγόμενος Η: λεγόμενον Ρ 15 + δὲ Η Gö. 17 μὲν <γὰρ> We. 18 τὰ κάτω Η Gö.: καὶ κάτω Ρ ἔχιδνα Ρ ὄντα Η 21 Lücke zu ergänzen aus S. 127, 11f 22 + τῷ πατρὶ συναιροῦνται PH 23 + παραδείσου ξύλα Gö. (s. H) 25 τὰ καὶ τὰ λοιπὰ ζῷα Η 26 τὴν Roeper: ἡ Ρ 27 κατατέθειται Sauppe 28 < > Η Roeper παθόντα We. 29 καταλελυπέναι Ρ)

277
ταύτην πᾶσαν τὴν ἐπιβουλὴν ποιεῖσθαι κατὰ τοῦ πνεύματος τοῦ Ἐλωείμ, ὅπερ κατέθετο ἐν τῷ ἀνθρώπῳ. καὶ τούτου χάριν ἀπεσταλκέναι τὸν πατέρα τὸν Βαροὺχ διαταττόμενον τοῖς προφήταις, ἵνα ῥυσθῇ τὸ πνεῦμα τοῦ Ἐλωείμ, καὶ πάντας ὑποσεσύρθαι ὑπὸ τῆς Ἐδέμ.

ἀλλὰ καὶ τὸν Ἡρακλέα φάσκει προφήτην γεγονέναι, ἡττῆσθαι δὲ αὐτὸν ὑπὸ τῆς Ὀμφάλης, τουτέστιν ὑπὸ τῆς Βάβελ, ἣν Ἀφροδίτην ὀνομάζουσιν. ὕστερον δὲ ἐν ταῖς ἡμέραις Ἡρώδου γεγονέναι τὸν [δὲ] Ἰησοῦν υἱὸν Μαρίας καὶ Ἰωσήφ, ᾧ τὸν Βαροὺχ φάσκει λελαληκέναι·

καὶ τούτῳ δὲ ἐπιβεβουλευκέναι τὴν Ἐδέμ, μὴ δεδυνῆσθαι δὲ αὐτὸν ἀπατῆσαι, καὶ τούτου χάριν πεποιηκέναι σταυρωθῆναι· οὗ τὸ πνεῦμα ἀνεληλυθέναι πρὸς τὸν ἀγαθὸν λέγει. καὶ πάντων δὲ τῶν οὕτως τοῖς μωροῖς καὶ ἀδρανέσι λόγοις πειθομένων 〈τὸ μὲν πνεῦμα〉 σωθήσεσθαι, τὸ δὲ σῶμα καὶ τὴν ψυχὴν τῆς Ἐδὲμ καταλείπεσθαι, ἣν καὶ γῆν Ἰουστῖνος ὁ ἄφρων καλεῖ.

Οἱ δὲ Δοκηταὶ τοιαῦτα λέγουσιν· εἶναι τὸν Πρῶτον θεὸν ὡς σπέρμα συκῆς, ἐκ δὲ τούτου ἐληλυθέναι τρεῖς αἰῶνας, ὡς τὸ πρέμνον καὶ τὰ φύλλα καὶ τὸν καρπόν· τούτους δὲ προβεβληκέναι λݲ ἕκαστον <ιݲ>· ἡνῶσθαι δὲ αὐτοὺς κατὰ δέκα πάντας, μόνον δὲ διαφέρειν τινὰς τινῶν πρώτους . . . . . προβεβλῆσθαι δὲ ἀπειράκις ἀπείρους αἰῶνας, καὶ εἶναι τοὺς πάντας ἀρρενοθήλεας.