Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Βασιλείδης δὲ καὶ αὐτὸς λέγει εἰναι θεὸν οὐκ ὄντα, πεποιημένον κόσμον ἐξ οὐκ ὄντων οὐκ ὄντα, οὐκ ὂν καταβαλλόμενόν τι σπέρμα, ὡσεὶ κόκκον σινάπεως ἔχοντα ἐν ἑαυτῷ τὸ πρέμνον, τὰ φύλλα, τοὺς κλάδους, τὸν καρπόν, ἢ ὡς ᾠὸν ταοῦ ἔχον ἐν ἐαυτῷ τὴν τῶν χρωμάτων ποικίλην πληθύν· καὶ τοῦτο εἶναί φασι τὸ τοῦ κόσμου σπέρμα, ἐξ οὑ τὰ πάντα γέγονεν.

ἔχειν γὰρ ἐν ἑαυτῷ τὰ πάντα οἷον οὐκ ὄντα ὑπὸ τοῦ οὐκ ὄντος θεοῦ γενέσθαι προβεβουλευμένα. ἦν οὖν, φασί, ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάντα τῷ οὐκ ὄντι θεῷ ὁμοούσιος, γεννητὴ ἐξ οὐκ ὄντων. ταύτης [*](2—4 vgl. S. 156, 15—12. Neu Ζ. 4 πρωτογενέτειρα — 5f S. 159 ἐντὸς τοῦ ὅρου und ἐντὸς πληρώματος identisch. — 12 vgl. S. 163,11.12.22.23 — 14 δερμάτινον χιτῶνα] Gen. 3, 21, Hilg. S. 469 817; Bernays, Theophrast über Frömmigkeit S. 143f — 17—24 vgl. S. 196, 19—197, 16. 198 275, 12 vgl. S. 198, 25—199, 10. 200, 11—13) [*](1 τούτῳ? We., vgl. S. 156, 3. 4 5 ἐντὸς Scott: ἑνὸς Ρ <τὰ μὲν> ἐντὸς We. 6 πληρώματος1 <καὶ πρῶτα εἶναι> Cruice τρία τὰ Ρ ἐκ ἕκτου Ρ 9 βουλόμενος aus βουλόμενον Ρ δύσφημόν Ρ 12 κατομεῖ Ρ (ικ in μ zusammengeflossen?) 17 αὐτὸς] υἱὸς αὐτοῦ Gö. 17f πεποιηκότα 18 οὐκ ὂν Uhlhorn S. 8 (s. S. 197, 8. 15): οὐκ ὤν Ρ καταβαλόμενόν τι Gö., vgl. S. 197, 8 19 συνάπεως Ρ 20 ἔχοντα Ρ ταὼ? We. 21 φησι Miller 23 οἷον Η Gö.: τὸν Ρ ὑπό] τε Gö. 24 φησίν Miller αὐτῷ] ἑαυτῶ 25 πάντα τοῖ Η Gö.: πάντων p)

275
τῆς υἱότητος τριχῇ διῃρημένης τὸ μέν τι ἠν λεπτομερές, τὸ δὲ παχυμερές, τὸ δὲ ἀποκαθάρσεως δεόμενον.

τὸ μὲν οὖν λεπτομερὲς εὐθέως πρῶτον ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην καταβολὴν ὑπὸ τοῦ οὐκ ὄντος διέσφυξε καὶ ἀνῆλθεν ἄνω, καὶ ἐγένετο πρὸς τὸν οὐκ ὄντα· ἐκείνου γὰρ πᾶσα φύσις ὀρέγεται δι᾿ ὑπερβολὴν κάλλους, ἄλλη δὲ ἄλλως.

ἡ δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι, μιμητική τις οὖσα, ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη — πολὺ γὰρ ἐνδεεστέρα ἠν τῆς λεπτομεροῦς — ἀνεπτέρωσε δὲ αὑτὴν τῷ πνεύματι τῷ ἁγίῳ· τοῦτο γὰρ εὐεργετεῖ ἡ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται.