Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ὁ δὲ πάνσοφος Σίμων οὕτως λέγει· ἀπέραντον εἶναι δύναμιν, [*](5 Psal. 28, 3 φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν, s, S. 92, 3 und zu S. 119, 15 — 9 — 16 vgl. Theodoret I 14 S. 366 D. τινὲς δὲ ἐξ αὐτῶν φασιν, εἰς ὄφεως εἶδος ἑαυτὸν ἐκτυπύσαντα τὸν Χριστὸν εἰς τὴν τῆς παρθένου μήτραν εἰσδῦναι· καὶ οὕτω νοοῦσιν οἱ δείλαιοι τὴν ἀποστολικὴν ῥῆσιν (folgt dasselbe Citat) — 13 Phil. 2, 6. 7, vgl. Orig. De princ. IV 4, 5 S. 355, 15 Κ. — 17 — S. 273, 13 benutzt Theodoret I 1 S. 344 C (Migne): ἄπειρόν τινα ὑπέθετο δύναμιν· ταύτην δὲ ῥίζωμα τῶν ὅλων εἶναι δὲ αὐτὴν πῦρ ἔφησε διπλῆν ἐνέργειαν ἔχον, τὴν μὲν φαινομένην, τὴν δὲ κεκρυμμένην. τὸν δὲ κόσμον γεννητὸν εἶναι, γεγενῆσθαι δὲ ἐκ τῆς φαινομένης τοῦ πυρὸς ἐνεργείας· πρῶτον δὲ ἐξ αὐτῆς προβληθῆναι τρεῖς συζυγίας ἃς καὶ ῥίζας ἐκάλεσε. καὶ τὴν μὲν πρώτην προσηγόρευσε νοῦν καὶ ἐπίνοιαν, τὴν δὲ δευτέραν φωνὴν καὶ ἔννοιαν, τὴν δὲ τρίτην λογισμὸν καὶ Μί·μησιν — 17 — S. 273, 7 vgl. S. 136, 15. 16. 21—27) [*](1 <καὶ> τέλειον Cruice + ὃν We. τῆς > We., s. zu S. 119, 15 2 Roeper γένημα Ρ 3 νοῦν <δὲ> Roeper τὸν <οὖν> We. Bernays Roeper: περὶ συνκρίτοις P, vgl. S. 119, 15 λυ συγκρίτοις <τοῦ> σώματος Bernays καἰ φεύγειν Ρ: > We., ἐκφεύγειν καὶ Bernays <δὲ> Roeper 9 νοῦν] υἱὸν Hilgenfeld S. 268 + υἱὸν We., vgl. S. 120 + τέλειον υἱὸν Cruice υἱοποιήσαντος Roeper 9f <ὃ> φάσκουσιν ἰδόντα + ἴδιον ὃν Gö., ἴδιον wohl gesichert durch S. 120, 2, + ἴδιον· Roeper 10 αὐτὸν P 11 εἰς μήτραν Bernays, vgl. S. 120, 13. 17. 23 15 + δουλικὴν Roeper, vgl. S. 120, 21. 121, 1 16 σιθιανοί Ρ)

273
ταύτην ῥίζωμα τῶν ὅλων εἶναι. ἔστι δέ, φησίν, ἡ ἀπέραντος δύναμις, τὸ πῦρ, κατ᾿ αὐτὸν ἁπλοῦν, ἁπλοῦν, καθάπερ οἱ πολλοὶ ἁπλᾶ λέγοντες εἶναι τὰ [δὲ] τέσσαρα στοιχεῖα καὶ τὸ πῦρ ἁπλοῦν εἶναι νενομίκασιν, ἀλλ᾿ εἶναι τοῦ πυρὸς τὴν φύσιν διπλῆν, καὶ τῆς διπλῆς ταύτης καλεῖ τὸ μέν τι κρυπτόν, τὸ δὲ φανερόν· κεκρύφθαι δὲ τὰ κρυπτὰ ἐν τοῖς φανεροῖς τοῦ πυρός, καὶ τὰ φανερὰ τοῦ πυρὸς ὑπὸ τῶν κρυπτῶν γεγονέναι.

πάντα δέ, φησί, νενόμισται τὰ μέρη τοῦ πυρὸς ὁρατὰ καὶ ἀόρατα φρόνησιν ἔχειν. γέγονεν οὖν, φασίν, ὁ κόσμος ὁ γεννητὸς ἀπὸ τοῦ ἀγεννήτου πυρός. ἤρξατο δέ, φησίν, οὕτως γίνεσθαι, ἓξ ῥίζας τὰς πρώτας τῆς ἀρχῆς τῆς γενέσεως ὁ γεννητὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πυρὸς ἐκείνου λαβών· ταύτας γὰρ ῥίζας γεγονέναι κατὰ συζυγίαν ἀπὸ τοῦ πυρός, ἅστινας καλεῖ Νοῦν καὶ Ἐπίνοιαν, Φωνὴν καὶ Ὄνομα, Λογισμὸν καὶ Ἐνθύμησιν.

εἶναι δὲ ἐν ταῖς ἓξ ῥίζαις ὁμοῦ τὴν ἀπέραντον δύναμιν <δυνάμει, οὐκ ἐνεργείᾳ· ἥν τινα ἀπέραντον εἶναί φησι τὸν ἑστῶτα στάντα στησόμενον. ὃς ἐὰν μὲν> ἐν ταῖς ἓξ δυνάμεσιν, ἔσται οὐσίᾳ, δυνάμει, μεγέθει, ἀποτελέσματι μία καὶ <ἡ> αὐτὴ τῇ ἀγεννήτῳ καὶ δυνάμει, οὐδὲν οὐδὲν ἔχουσα ἐνδεέστερον ἐκείνης τῆς ἀγεννήτου καὶ ἀπαραλλάκτου καὶ ἐπεράντου δυνάμεως·

ἐὰν δὲ μείνῃ δυνάμει μόνον ἐν ταῖς ἓξ δυνάμεσι καὶ μὴ ἐξεικονισθῇ, ἀφανίζεται, φησί καὶ ἀπόλλυται οὕτως ὡς ἡ δύναμις ἡ γραμματικὴ ἢ γεωμετρικὴ <ἐν> ἀνθρώπου ψυχῇ μὴ προσλαβοῦσα τεχνίτην τὸν διδάξοντα. αὑτὸν δὲ εἶναι ὁ λέγει τὸν ἑστῶτα στάντα στησόμενον, ὄντα δύναμιν τὴν ὑπὲρ τὰ πάντα. ταῦτα τοίνυν καὶ ὁ Σίμων.

῾Ο δὲ Οὐαλεντῖνος καὶ οἱ ἀπὸ τῆς τούτου σχολῆς εἶναι λέγουσι τὴν τοῦ παντὸς ἀρχὴν Πατέρα, καὶ ἐναντίᾳ δὲ δόξῃ προσφέρονται. οἱ μὲν γὰρ αὐτῶν μόνον εἶναι καὶ γεννητικόν, οἱ δὲ [*](7—22 vgl. S. 138, 7—24 — 25—S. 274, 2 vgl. S. 155, S. 274, 2 βυθός, doch s. S. 158, 5) [*](1 ῥίζαν Η (Theod. folgt Ρ) φησίν > ? We. (s. Η) 2 καθ’ αὑτὸν Ρ 3 δὲ > Η Miller 5 τι Η: τοι Ρ δὲ] + τι Η 6 τοῦ πυρὸς Η Scott: τὸ πῦρ Ρ 7 ἐνόμιζε Η 8 φασίν Ρ: φησιν Miller, > Η ὁ γεννητὸς Η Volkmar, Hipp. S. 46: ἀγέννητος Ρ 10 γεννητὸς Η: ἀγέννητος P 11 ταύτας] τὰς We., vgl. Η συζυγίας Η Gö. 12 ὄνομα Ρ Η: ἔννοιαν Theod. (so St. Hippolytus, London 1853 S. 311) 14 < > Η Bernays, + ἣν Gö. 15 πάντα Ρ + ἐὰν μὲν Η We., + ἐὰν Miller ἐξεικονίσθη Ρ, ἐξεικονισθῇ ὢν Η 17 ἡ αὐτὴ Η: αὕτη Ρ 18 ἀπαραλάκτου Ρ 19 δυνάμει Gö. (τῇ Η): δύναμις Ρ 21 ἢ] ἡ Ρ Η + ἐν Η ὑπάρξασα Gö.: ὑπάρξαι Ρ 22 Roeper: διδάξαντα Ρ αὐτὸν Ρ 26 πατέρα καὶ <μονάδα> ? We.)

274
ἀδυνάτως ἔχειν γεννᾶν ἄνευ θηλείας καὶ τούτου σύζυγον προστιθέασι Σιγήν, βυθὸν αὐτὸν ὀνομάσαντες.

ἐκ τούτου τινὲς καὶ τῆς συζύγου προβολὰς γεγονέναι ἕξι Νοῦν καὶ Ἀλήθειαν, Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν, καὶ εἶναι ταύτην τὴν ὀγδοάδα τάς τε ἐντὸς τοῦ ὅρου προβολὰς γεγενημένας πάλιν καλεῖσθαι ἐντὸς πληρώματος, δεύτερα δὲ τὰ ἐκτὸς πληρώματος, καὶ τρίτα τὰ ἐκτὸς τοῦ ὅρου, ὧν ἡ γέννησις τὸ ὑστέρημα ὑπάρχει.

τὸ δὲ ἐκ τοῦ ἐν ὑστερήματι προβληθέντος αἰῶνος γεγονέναι, καὶ τοῦτον εἶναι δημιουργὸν λέγει, μὴ βουλόμενος αὐτὸν πρῶτον εἶναι θεόν, ἀλλὰ δυσφημῶν τε αὐτὸν καὶ τὰ ὑπ᾿ αὐτοῦ γεγενημένα· τὸν δὲ Χριστὸν ἐκ τοῦ ἐντὸς πληρώματος κατεληλυθέναι ἐπὶ σωτηρίᾳ τοῦ ἀποπλανηθέντος πνεύματος, ὃ κατοικεῖ ἐν τῷ ἴσω ἡμῶν ἀνθρώπῳ, ὃν σῳζόμενόν φασι τούτου χάριν τοῦ ἐνοικοῦντος.

τὴν δὲ σάρκα μὴ σῴζεσθαι θέλει δερμάτινον χιτῶνα ἀποκαλῶν καὶ ἄνθρωπον φθειρόμενον. ταῦτα ἐν ἐπιτομῇ ἐξεῖπον, πολλῆς ὕλης κατ’ αὐτοὺς τυγχανούσης καὶ διαφόρων γνωμῶν. οὕτως οὐν δοκεῖ καὶ τῇ Οὐαλεντίνου σχολῇ.

Βασιλείδης δὲ καὶ αὐτὸς λέγει εἰναι θεὸν οὐκ ὄντα, πεποιημένον κόσμον ἐξ οὐκ ὄντων οὐκ ὄντα, οὐκ ὂν καταβαλλόμενόν τι σπέρμα, ὡσεὶ κόκκον σινάπεως ἔχοντα ἐν ἑαυτῷ τὸ πρέμνον, τὰ φύλλα, τοὺς κλάδους, τὸν καρπόν, ἢ ὡς ᾠὸν ταοῦ ἔχον ἐν ἐαυτῷ τὴν τῶν χρωμάτων ποικίλην πληθύν· καὶ τοῦτο εἶναί φασι τὸ τοῦ κόσμου σπέρμα, ἐξ οὑ τὰ πάντα γέγονεν.

ἔχειν γὰρ ἐν ἑαυτῷ τὰ πάντα οἷον οὐκ ὄντα ὑπὸ τοῦ οὐκ ὄντος θεοῦ γενέσθαι προβεβουλευμένα. ἦν οὖν, φασί, ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάντα τῷ οὐκ ὄντι θεῷ ὁμοούσιος, γεννητὴ ἐξ οὐκ ὄντων. ταύτης [*](2—4 vgl. S. 156, 15—12. Neu Ζ. 4 πρωτογενέτειρα — 5f S. 159 ἐντὸς τοῦ ὅρου und ἐντὸς πληρώματος identisch. — 12 vgl. S. 163,11.12.22.23 — 14 δερμάτινον χιτῶνα] Gen. 3, 21, Hilg. S. 469 817; Bernays, Theophrast über Frömmigkeit S. 143f — 17—24 vgl. S. 196, 19—197, 16. 198 275, 12 vgl. S. 198, 25—199, 10. 200, 11—13) [*](1 τούτῳ? We., vgl. S. 156, 3. 4 5 ἐντὸς Scott: ἑνὸς Ρ <τὰ μὲν> ἐντὸς We. 6 πληρώματος1 <καὶ πρῶτα εἶναι> Cruice τρία τὰ Ρ ἐκ ἕκτου Ρ 9 βουλόμενος aus βουλόμενον Ρ δύσφημόν Ρ 12 κατομεῖ Ρ (ικ in μ zusammengeflossen?) 17 αὐτὸς] υἱὸς αὐτοῦ Gö. 17f πεποιηκότα 18 οὐκ ὂν Uhlhorn S. 8 (s. S. 197, 8. 15): οὐκ ὤν Ρ καταβαλόμενόν τι Gö., vgl. S. 197, 8 19 συνάπεως Ρ 20 ἔχοντα Ρ ταὼ? We. 21 φησι Miller 23 οἷον Η Gö.: τὸν Ρ ὑπό] τε Gö. 24 φησίν Miller αὐτῷ] ἑαυτῶ 25 πάντα τοῖ Η Gö.: πάντων p)

275
τῆς υἱότητος τριχῇ διῃρημένης τὸ μέν τι ἠν λεπτομερές, τὸ δὲ παχυμερές, τὸ δὲ ἀποκαθάρσεως δεόμενον.

τὸ μὲν οὖν λεπτομερὲς εὐθέως πρῶτον ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην καταβολὴν ὑπὸ τοῦ οὐκ ὄντος διέσφυξε καὶ ἀνῆλθεν ἄνω, καὶ ἐγένετο πρὸς τὸν οὐκ ὄντα· ἐκείνου γὰρ πᾶσα φύσις ὀρέγεται δι᾿ ὑπερβολὴν κάλλους, ἄλλη δὲ ἄλλως.