Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τοῦτον δὲ ἐπιτελεῖν εἶδος σύρματι ὄφεως παραπλήσιον, πτερωτόν· [ἦν] ὃ φορῶν ὁ κόσμος πρὸς γένεσιν ὀργήσας ὀργήσας ὡς μήτρα. καὶ ἐντεῦθεν θέλουσι συνίστασθαι τὴν τῶν | ὅλων γένεσιν.

† τοῦτον δὲ εἶναι πνεῦμα ἀνέμου [*](9 — 21 S. 117, 17 — 118, 19 frei wiedergegeben. Hipp, hat wohl hier und im Folgenden zum Teil seine Vorlage wieder eingesehen — 22 — S. 272, 16 S. 118 20 — 120, 21 frei wiedergegeben mit Einsicht in die Vorlage) [*](3 + καὶ Η Miller 6 μενεῖ Roeper 7 οὕτω δὴ Bernaus: τῶ δὲ Ρ, τόδε Miller, ἐπὶ τῷδε Roeper, ὧδε Sauppe 10 + ὑπὸ τῶν Η We.: > Ρ, + ὑπὸ Bernays 14 τυποῦται Bernays: κυκλοῦται Ρ 15 κλήρω Ρ 16 αὐτὴ] αὐτῆ Ρ ἥτις ἦν We.: ἡτισοῦν Ρ, ἡτισοῦν ἦν Gö. 17f γέγονεν Ρ 19 εἰδέαν οὐρανοῦ καὶ γῆς Bernays παραπλησίαν Ρ 22 ἄνεμον σφοδρὸν Miller (H): ἀνεμόφθορον Ρ 23 αἴτιον Miller (H): ἀγγεῖον Ρ 25 ἐπὶ τέλειον εἶδος ὄ. π. μορφωθῆναι, ὃ ἀφορῶν Bernays σύρματι Η Bernays: συρίγματι Ρ πτερωτόν oder πτερωθέν We. (s. Η) φέρων ὅθεν ἦν P ὃ] ὁ Ρ 27 τοῦτο δὲ εἰναι τὸ κῦμα ἀνέμου We. vgl. S. 119, 3ff ἀνέμου Gö.: ἄνεμον P)

272
λέγουσι τέλειον θεόν <ὃν> ἐκ [τῆς] τῶν ὑδάτων καὶ τῆς εὐωδίας καὶ φωτὸς λαμπηδόνος γεγονέναι, καὶ εἶναι γέννημα θηλείας, νοῦν· τὸν ἄνωθεν σπινθῆρα κάτω ἀναμεμιγμένον σὺν τοῖς περισυγκρίτοις σώματος σπεύδειν [καὶ φεύγειν] ἐκφυγόντα πορεύεσθαι καὶ τὴν λύσιν οὐχ εὑρίσκειν διὰ τὴν ἐν τοῖς ὕδασι δέσιν. διὸ ἐβόα ἐκ τῆς τῶν ὑδάτων μίξεως κατὰ τὸν ψαλμῳδόν, ὡς λέγουσι.

πᾶσα οὖν ἡ φροντὶς τοῦ ἄνω φωτός ἐστιν, ὅπως ῥύσηται τὸν κάτω σπινθῆρα ἀπὸ τοῦ κάτω πατρός, ἀνέμου ἐπεγείροντος βρασμὸν καὶ τάραχον καὶ ἑαυτῷ νοῦν 〈υἱὸν〉 ποιήσαντος οὐκ ὄντα αὐτοῦ, φάσκουσιν, <ἴδιον· ὃν> ἰδόντα τὸν τέλειον λόγον τοῦ ἄνωθεν φωτὸς αὑτὸν ἀπομορφώσαντα εἴδει ὄφεως κεχωρηκέναι ἐν μήτρᾳ, ἵνα τὸν νοῦν ἐκεῖνον, τὸν ἐκ τοῦ φωτὸς σπινθῆρα, ἀναλαβεῖν δυνηθῇ.

καὶ τοῦτο εἶναι τὸ εἰρημένον· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.« καὶ ταύτην εἶναι τὴν <δουλικὴν> μορφὴν οἱ κακοδαίμονες θέλουσι καὶ πολυπή(μον)ες Σηθιανοί. ταῦτα μὲν οὐν καὶ οὐτοι λέγουσιν.