Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τοῖς δὲ Σηθιανοῖς δοκεῖ, ὅτι τῶν ὅλων εἰσὶ τρεῖς ἀρχαὶ περιωρισμέναι. ἑκάστη δὲ τῶν ἀρχῶν πέφυκε [δύνασθαι] γενέσθαι, ὡς ἐν ἀνθρωπίνῃ ψυχῇ πᾶσα ἡτισοῦν διδασκομένη τέχνη, οἶον εἰ γένοιτο παιδίον αὐλητῇ † γενέσθαι αὐλεῖν, ἢ γεωμέτρῃ γεωμετρεῖν, ἤ τινι τέχνῃ ὁμοίως.

αἱ δὲ τῶν ἀρχῶν, φασίν, οὐσίαι εἰσὶ φῶς καὶ σκότος· τούτων δέ ἐστιν ἐν μέσῳ πνεῦμα ἀκέραιον· τὸ δὲ πνεῦμα τὸ τεταγμένον ἐν μέσῳ τοῦ σκότους, ὅπερ ἐστὶ κάτω, καὶ τοῦ φωτός, ὅπερ ἐστὶν ἄνω, λέγουσιν, οὐκ ἔστι πνεῦμα ὡς ἀνέμου ῥιπὴ ἢ λεπτή τις αὔρα νοηθῆναι δυναμένη, ἀλλ᾿ οἱονεί τις ὀσμὴ μύρου ἢ θυμιάματος ἐκ συνθέσεως κατασκευαζομένου λεπτὴ διοδεύσασα δύναμις ἀνεπινοήτῳ τινὶ καὶ κρείττονι λόγου φορᾷ εὐωδίας.

ἐπεὶ τοίνυν ἐστὶν ἄνω τὸ φῶς καὶ κάτω τὸ σκότος καὶ τούτων μέσον τὸ πνεῦμα, τὸ δὲ φῶς <ὡς> ἀκτὶς ἡλίου ἄνωθεν ἐλλάμπουσα εἰς τὸ ὑποκείμενον ἡ δὲ τοῦ πνεύματος εὐωδία φέρεται μέσην ἔχουσα τάξιν καὶ ἐξικνεῖται, ὥσπερ ἡ τῶν θυμιαμάτων ὀσμὴ ἐπὶ τῷ πυρὶ φέρεται· τοιαύτης [*]( καὶ τὸν αὐτογενῆ καὶ ἐλθεῖν εἰς τόνδε τὸν κόσμον ἐν ᾧ ἐσμεν. κατελθὼν δὲ ὁ Χριστὸς τὰ μὲν ἄνωθεν κατενηνεγμένα ἐπανελθεῖν ἄνω παρασκευάσει, τὰ δὲ τούτοις ἐπιβουλεύσαντα παραδ(όσει κολάσει. καὶ τὸν μὲν ἀγέννητον κόσμον καὶ τὸν αὐτογενῆ σωθήσεσθαι λέγουσι, τοῦτον δὲ τὸν κόσμον ἀπόλλυσθαι, ὃν ἰδικὸν ὀνομάζουσι.) [*](5—S. 271, 9 vgl. S. 116, 17—117, 17 — 9 vgl. Heraklit Fr. 67) [*](1 ἀφίεται εἰκῇ καὶ Sauppe: ἀφιεῖ εἰκῆ καὶ Ρ, ἀφίει καὶ Η, ἀφίεται καὶ Gö., ὀφιοειδῆ Beniays, ἀφίεται δίκῃ καὶ We. (Theod.?) 3 ἀπόλυσθαι Ρ ἰδικὸν Bernays, Theod. (H): ἴδιον Ρ, εἰδικὸν Cruice 4 περᾶται Ρ 5 σιθιανοῖς 6 hinter ἀρχῶν Lücke Bernays; ausgelassen seien, vielleicht von Hipp, selbst, in < > gesetzten Worte von H: ἑκάστην δὲ τῶν ἀρχῶν <ἀπείρους ἔχειν δυνάμεις. δυνάμεις δ᾿ αὐτῶν λεγόντων λογιζέσθω ὁ ἀκούων τοῦτο αὐτοὺς λέγειν· πᾶν ὅ τι νοήσει ἐπινοεῖς ἢ καὶ παραλείπεις μὴ νοηθεῖν, τοῦτο> ἑκάστη τῶν ἀρχῶν γενέσθαι δύνασθαι > Η Bernays 7 οἱονεὶ Ρ 7f οἷον, εἰ ἐγγὺς γένοιτο παιδίον αὐλητῇ, δύνασθαι αὐλεῖν Bernays 8 γενέσθαι] ἐγχρονίσαν Η We. 9 τεχνίτῃ Diels 12 ἀνέμου ῥιπή Gö.: ἄνεμος ἢ ῥιπὴ Ρ Η 14 λεπτὴ Bernays: λεπτῆς Ρ διοδεύσασα Ρ, διοδεύουσα Η Gö. 15 φορᾷ Miller: vgl. Η: κρείττονι ἢ λόγῳ ἔστιν ἐξειπεῖν εὐωδίᾳ 17 + ὡς Bernays (H) Bernays (πέφυκε . . . . ἐλλάμπειν Η): ἐκλάμπουσα Ρ 19 ὡς ἐπὶ τῶν ἐν πυρὶ θυμιαμάτων τὴν εὐωδίαν πανταχῆ φερομένην ἐπεγνώκαμεν Η <τῶν> ἐπὶ We., s. H)

271
δὲ οὔσης τῆς δυνάμεως τῶν διῃρημένων τριχῶς, τοῦ πνεύματος καὶ τοῦ φωτὸς ὁμοῦ ἐστι κάτω ἡ δύναμις ἐν τῷ σκότει τῷ ὑποτεταγμένῳ.

τὸ δὲ σκότος ὕδωρ εἶναί φασι φοβερόν, εἰς ὃ κατέσπασται <καὶ> μετενήνεκται εἰς τοιαύτην φύσιν μετὰ τοῦ πνεύματος τὸ φῶς. φρόνιμον οὖν τὸ σκότος ὂν καὶ γινῶσκον, ὅτι, ἂν ἀπαρθῇ ἀπ᾿ αὐτοῦ τὸ φῶς, μένει τὸ σκότος ἔρημον, ἀφανές, ἀλαμπές, ἀδύναμον, ἄπρακτον, ἀσθενές, <οὕ>τω δὴ πάσῃ συνέσει καὶ φρονήσει βιάζεται εἰς ἑαυτὸ τὴν λαμπηδόνα καὶ τὸν σπινθῆρα τοῦ φωτὸς μετὰ τῆς τοῦ πνεύματος εὐωδίας.

εἰκόνα τούτου ταύτην παρεισάγουσι, λέγοντες· ὥσπερ ἡ κόρη τοῦ ὀφθαλμοῦ <ὑπὸ τῶν> ὑποκειμένων ὑδάτων σκοτεινὴ φαίνεται, φωτίζεται δὲ ὑπὸ τοῦ πνεύματος, οὕτως ἀντιποιεῖται τὸ σκότος τοῦ πνεύματος, ἔχει δὲ παρ’ ἑαυτῷ πάσας τὰς δυνάμεις βουλομένας ἀφίστασθαι καὶ ἀνιέναι. εἰσὶ δὲ αὗται ἀπειράκις ἄπειροι. ἐξ ὡν τὰ πάντα τυποῦται καὶ γίνεται ἐπιμιγνυμένων δίκην σφραγίδων.