Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Μετὰ τοῦτον γίνεται Ἀναξαγόρας Ἡγησιβολύλου ὁ Κλαζομένιος. οὖτος ἔφη τὴν τοῦ παντὸς ἀρχὴν νοῦν καὶ ὕλην, τὸν μὲν νοῦν ποιοῦντα, τὴν δὲ ὕλην γινομένην. ὄντων γὰρ πάντων ὁμοῦ, νοῦς ἐπελθὼν διεκόσμησεν. τὰς δὲ ὑλικὰς ἀρχὰς ἀπείρους ὑπάρχειν καὶ τὰς σμικροτέρας αὐτῶν ἄπειρα λέγει.

κινήσεως δὲ μετέχειν τὰ πάντα ὑπὸ τοῦ νοῦ κινούμενα συνελθεῖν τε τὰ ὄμοια. καὶ τὰ μὲν τὸν οὐρανὸν κεκοσμῆσθαι ὑπὸ τῆς ἐγκυκλίου κινήσεως. τὸ μὲν οὖν πυκνὸν καὶ ὑγρὸν καὶ τὸ σκοτεινὸν καὶ ψυχρὸν καὶ πάντα τὰ βαρέα συνελθεῖν ἐπὶ τὸ μέσον, ἐξ ὦν παγέντων τὴν γῆν ὑποστῆναι· τὰ ἀντικείμενα τούτοις, τὸ θερμὸν καὶ τὸ λαμπρὸν καὶ τὸ ξηρὸν κοὶ τὸ κοῦφον, εἰς τὸ πρόσω τοῦ αἰθέρος ὁρμῆσαι.

τὴν δὲ γῆς τῷ σχήματι πλατεῖαν εἶναι καὶ μένειν μετέωρον διὰ τὸ μέγεθος καὶ διὰ τὸ μὴ εἶναι κενόν· καὶ διὰ <τοῦ>το τὸν ἀέρα ἰσχυρότατον φέρειν ἐποχουμένην τὴν γῆν.

τῶν δὲ ἐπὶ γῆς ὑγρῶν τὴν μὲν θάλασσαν ὑπάρξαι † τά τε ἐν αὐτῇ ὒδατα ἐφατμισθέντα ὑποστάντα οὒτως γεγονέναι καὶ τῶν τῶν καταρρευσάντων ποταμῶν.

τοὺς δὲ ποταμοὺς καὶ ἀπὸ τῶν ὄμβρων λαμβάνειν τὴν ὑπόστασιν καὶ ἐξ ὑδάτων τῶν ἐν τῇ γῇ· εἶναι γὰρ αὐτὴν κοίλην καὶ ἔχειν ὒδωρ ἐν τοῖς κοιλώμασιν. τὸν δὲ Νεῖλον αὔξεσθαι κατὰ τὸ θέρος καταφερομένων εἰς αὐτὸν ὑδάτων ἀπὸ τῶν ἐν τοῖς <ἀντ>αρκτικοῖς χιόνων.

ἢλιον δὲ καὶ [*](8–10 10 vgl. Cedrenus Ι 278, 1 — 4 — 9f vgl. Anaxagoras Fr. 1. 12 D. 11 Anax. Fr. 1 ὁμοῦ πάντα χρήματα ἦν, ἄπειρα καὶ πλῆθος καὶ σμικρότητα· καὶ γὰρ τὸ σμικρὸν ἄπειρον ἦν) [*](1 διίσταται HSS 1 πλῆον L 5 πρῶτον] falsch statt τρίτον, s. Diels, Rh. Μ. XXXI 27 7 περὶ ἀναξαγόρου Β Ο ἡγησιφόντου Τ κλυζομένιος Β 8 τοῦ > Delarue πάντων Cedr. (ohne Artikel) 9 ὁμοφυῶν ὁ Cedr. ed. Bekk. (HSS des Cedr. wie Hipp.) 10 f καὶ (> Vorsokr.) κατὰ τὴν σμικρότητα ἄπειρα λέγει τὸ ἄπειρον λέγων Vorsokr.) Diels 12 ἀπὸ Ο τοῦ] τε Usener τε > Usener 14 πάντως? Diels (vgl. Dos. 289, 17) βαρεῖα Β Ο 17 καὶ πάντως τὰ#x003E; κοῦφα Usener, doch s. Vorsokr. 19 τοῦτο Usener: τὸ HSS 21 f ὑπάρξαι <ἔκ> τε τῶν ἐν αὐτῇ (der Erde) ὑδάτων, <ὦν> ἐξατμισθέν ὑποστάντα κάτω γεγονέναι Diels 21 ἐξατμιοσθέντων ὑπὸ τοῦ <ὑπὸ ὑποστάντα Roeper 23 f ὑδάτων Roeper: αὐτῶν HSS 26 τοῖς ἀνταρκτικοῖς Roeper: τοῖς(!) ἄρκτοις HSS)

14
σελήνην καἰ πάντα τὰ ἄστρα λίθους εἶναι ἐμπύρους συμπεριληφθέντας ὑπὸ τῆς αἰθέρος περιφορᾶς. εἶναι δ' ὑποπάτω τῶν ἄστρων ἡλίῳ καὶ σελήνῃ σώματά τινα συμπεριφερόμενα ἡμῖν ἀόρατα.

τῆς δὲ θερμότητος μὴ αἰσθάνεσθαι τῶν ἄστρων διὰ τὸ μακρὰν εἶναι καὶ διὰ] τὴν ἀπόστασιν τῆς γῆς· ἔτι δὲ οὐχ ὁμοίως θερμὰ τῷ ἡλίῳ ἡλίῳ τὸ χώραν ἔχειν ψυχροτέραν. εἶναι δὲ τὴν σελήνην κατωτέρω τοῦ ἡλίου πλησιώτερον ἡμῶν. ὑπερέχειν δὲ τὸν ἤλιον μεγέθει τὴν Πελοπόννησον.

τὸ δὲ φῶς τὴν σελήνην μὴ ἴδιον ἔχειν, ἀλλὰ ἀπὸ τοῦ ἡλίου. τὴν δὲ τῶν ἄστρων περιφορὰν ὑπὸ γῆν γίνεσθαι.