Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τὴν δὲ γῆν πλατεῖαν εἶναι ἐπ’ ἀέρος ὀχουμένην, ὁμοίως δὲ καὶ ἢλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα πάντα πύρινα ὄντα ἐποχεῖσθαι τῷ ἀέρι διὰ πλάτος.

γεγονέναι δὲ τὰ ἄστρα ἐκ γῆς διὰ τὸ τὴν κμάδα ἐκ ταύτης ἀνίστασθαι, ἧς ἀραιουμένης τὸ πῦρ γίνεσθαι, ἐκ δὲ τοῦ πυρὸς μεταωριζομένου τοὺς ἀστέρας συνίστασθαι. εἶναι δὲ καὶ γεώδεις φὐσεις ἐν τῶν τόπῳ τῶν ἀστέρων συμπεριφερομένας ἐκείνοις.

οὐ κινεῖσθαι δὲ ὑπὸ τῆν τὰ ἄστρα λέγει, καθὼς ἔτεροι ὑπειλήφασιν, ἀλλὰ περὶ γῆν, ὡσπερεὶ περὶ τὴν ἡμετέραν κεφαλὴν στρέφεται τὸ πιλίον. κρύπτεσθαί τε τὸν ἥλιον οὐχ ὑπὸ γῆν γενόμενον, ἀλλ’ ὑπὸ τῶν τῆς γῆς ὑψηλοτέρων μερῶν σκεπόμενον καὶ διὰ τὴν πλείονα ἡμῶν αὐτοῦ γενομένην ἀπόστασιν. τὰ δὲ ἄστρα μὴ θερμαίνειν διὰ τὸ μῆκος τῆς ἀποστάσεως.

ἀνέμους δὲ γεννᾶσθαι, ὂταν † ἐκπεπυκνωμένος ὁ ἀὴρ ἀραιωθεὶς φέρηται, συνελθόντα δὲ καὶ ἐπὶ πλεῖον παχυθέντα νέφη γεννᾶσθαι καὶ οὕτως εἰς ὕδωρ μεταβάλλειν. χάλαζαν δὲ γίνεσθαι, ὂταν ἀπὸ τῶν νεφῶν τὸ ὒδωρ καταφερόμενον παγῇ.

χιόνα δὲ αὐτὰ αὐτὰ ταῦτα ἐνυγρότερα ὄντα πῆξιν λάβῃ· ἀστραπὴν [*](3 vgl. Heidel a. a. Ο. 692 — —15 Cedrenus Ι 277, 17—22) [*](1 τούτων Τ 2 ἦν ὄψει εὔδηλον Τ ψυχῷ, a. R. ψυχιῷ Β 2f θερμῷ καὶ τῷ > Ο 3 τὸ νοτερῶ Β 3f <ἂν> μεταβαλεῖν <εἰς> Gomperz 4 5 φέρεσθαι Τ γὰρ Roeper: δὲ HSS 6 ἀνέμους Zeller: μέσως HSS δὲ ἐπὰν HSS, verb. Roeper εἰς] εἶναι Diels + δὲ Diels 7 ἀποτελεσθῆ HSS, verb. Roeper πήλλησιν πόλησιν LOB, verb. Salvinius πλεῖον δὲ ? Diels 7f πυκνότατον > ? Diels (s, Vorsokr.) 10 εἶναι > Cedr. δὲ ἤλιον Cedr. 11 Gedr.: πάντα γὰρ HSS 11 f πάντα — ἄστρα > Τ 11 επιχεῖσθαι Ο 12 διὰ τὸ πλάτος. γέγονε Gedr. 13 ἐκ — 14 συνίστασθαι > Gedr. 15 Gedr. (vgl. S. 14, 1. 3): συμφερομένας HSS 17 ὡς περ’ We στέφεται Β 18 πιλεῖον LBO, πηλεῖον Τ τε > Β 18f ὑπὸ τῶν ὀρῶν L a. R. 21 21f εἰς πεπτκνωμένον Usener ᾖ πεπυκνωμένος ὁ ἀὴρ καὶ ὡσθεὶς φέρηται Diels, Vorsokr., ἢ πεπ. — ἢ ἀρ. Heidel 22 ἀρθεὶς Zeller, dors. Ι 5 246 ἀραιῷ εἰσφέρηται 22 f συνελθότνος — παχυθέντος Zeller 23 παχυνθέντα Salvinius γενᾶσθαι L Ο)

13
δ' ὄταν τὰ νέφη διϊτῆται βίᾳ πνευμάτων· τούτων γὰρ διϊσταμένων λαμπρὰν καὶ πυρώδη γίνεσθαι τὴν αὐγήν. ἶριν δὲ γεννᾶσθαι τῶν ἡλιακῶν αὐγῶν εἰς ἀέρα συνεστῶτα πιπτουσῶν· σεισμὸν δὲ τῆς γῆς ἐπὶ πλεῖον ἀλλοιουμένης ὑπὸ θερμασίας καὶ ταῦτα ταῦτα μὲν οὖν Ἀναξιμένης. οὗτος ἤκμασεν περὶ ἔτος πρῶτον τῆς πεντηκοστῆς ὀγδόης ὀλυμπιάδος.

Μετὰ τοῦτον γίνεται Ἀναξαγόρας Ἡγησιβολύλου ὁ Κλαζομένιος. οὖτος ἔφη τὴν τοῦ παντὸς ἀρχὴν νοῦν καὶ ὕλην, τὸν μὲν νοῦν ποιοῦντα, τὴν δὲ ὕλην γινομένην. ὄντων γὰρ πάντων ὁμοῦ, νοῦς ἐπελθὼν διεκόσμησεν. τὰς δὲ ὑλικὰς ἀρχὰς ἀπείρους ὑπάρχειν καὶ τὰς σμικροτέρας αὐτῶν ἄπειρα λέγει.