Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

πάντας δὲ ἀνθρώπους λέγουσιν αἰχμαλώτους εἶναι τῶν ἰδίων συγγενῶν πολεμίων, γαστρὸς καὶ αἰδοίων, λαιμοῦ ὀργῆς χαράς λύπης ἐπιθυμίας καὶ τῶν ὁμοίων. μόνος δὲ πρὸς τὸν θεὸν χωρεῖ ὁ κατὰ τούτων ἐγείρας τρόπαιον.

διὸ Δάνδαμιν μέν, πρὸς ὃν Ἀλέξανδρος ὁ Μακεδὼν εἰσῆλθεν, ὡς νενικηκότα τὸν πόλεμον τὸν ἐν τῷ σώματι Βραχμᾶνες θεολογοῦσιν, Καλάνου δὲ καταφέρονται ὡς ἀσεβῶς ἀποστατήσαντος τῆς κατ᾿ αὐτοὺς φιλοσοφίας. ἀποθέμενοι δὲ Βραχμᾶνες τὸ σῶμα ὥσπερ ἐξ ὕδατ·ος ἰχθύες ἀνακύψαντες εἰς ἀέρα καθαρὸν ὁρῶσι τὸν ἥλιον.

Δρυΐδαι οἱ ἐν Κελτοῖς τῇ Πυθαγορείῳ φιλοσοφίᾳ κατ᾿ ἄκρον ἐγκύψαντες, αἰτίου αὐτοῖς γενομένου ταύτης τῆς ἀσκήσεως Ζαμόλξιδος δούλου Πυθαγόρου, γένει Θρᾳκίου· ὃς μετὰ τὴν Πυθαγόρου τελευτὴν ἐκεῖ χωρήσας αἴτιος τούτοις ταύτης τῆς φιλοσοφίας ἐγένετο.

τούτους Κελτοὶ ὡς προφήτας καὶ προγνωστικοὺς δοξάζουσι διὰ τὸ ἐκ ψήφων καὶ ἀριθμῶν Πυθαγορικῇ τέχνῃ προαγορεύειν αὐτοῖς τινα, ἦς καὶ αὐτῆς τέχνης τὰς ἐφόδους οὐ σιωπήσομεν, ἐπεὶ κοὶ ἐκ τούτων τινὲς αἱρέσεις παρεισάγειν ἐτόλμησαν. χρῶνται δὲ Δρυΐδαι καὶ μαγείαις.

[*](5—15 die Urteile über Dandainis uud Kalauos nacli Megasthenes bei XV 1, 68 S. 718 uud Arrian VII 2, 3. 4 (Fr. 44. 45 Schw. 42. 43 Μ.) — 8 προδεδηλώκαμεν] S. 27,ff — 8—10 griechisch Beeinfluβt, s, Wendland, Philo Diatribe S. 38—40: Cato S. 44 Jordan XII 1 — 17 vgl. zu S. S, 20 — 18 S. 8, 20 — 20f Dion Chrys. XLTX (32) § 8 — 23 οὐ σιωπήσομεν] IV 51)[*](2 ἀσώματον εἶναι Roeper 3 ἐκ] + τῶν Gronov 4 φορεῖ <ὁρᾶσθαι> <οὐκίτι> ὀ. Roeper 6 καὶ — 7 νενομίκασι > Roeper 6 Roeper 11 δὲ] γε Β 11f δὶς δάμιν μὲν Τ 12 Μάνδανις Strabo, aber s. Roos zu Arrian; Lassen, Ind. Altertumskunde IP 710 A. 2 13 B Καλλάνου (vgl. Usener zu Comm. Lucani p. 104, 19; Diels S. A. B. 1904 S. 108) Diels 14 ἀσεβοῦς TO ἀποστήσαντος Β 17 περὶ δρυίδων τῶν ἐν κελτοῖς Β Ο 18 αἰρέσεως? Diels Ζαμόλξιδος (s. S. 8, 20) Ο: ζαμάλξιδος L: ζαμέτριδος Β 19 Θρᾳκός Gö., doch s. Hermes LXII 200 20 γεγένηται 21 Κελτοὶ] καίτοι 22 αὐτοὶς Ο (Roeper) 24 μαγίαις Ο)
30